139
Ἡμᾶς μὲν ἡ ἀκοὴ τῶν γεγενημένων κατά τε τὴν Ἀλεξάνδρειαν καὶ τὴν λοιπὴν Αἴγυπτον διωγμῶν πάλαι κατέλαβε, καὶ διέθηκε τὰς ψυχάς, ὡς εἰκὸς ἦν. ἐλογισάμεθα γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου· ὃςπῶς editi antiqi. ἐπειδὴ εἶδεν ἐν τοῖς παρὰ τῶν ἐχθρῶν διωγμοῖς πληθυνομένην τὴν Ἐκκλησίαν καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλήν,ἑαυτοῦ τὴν βουλὴν αὐτοῦ τὴν ἐπιβουλήν editi antiqi. καὶ οὐκέτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ κεκρυμμένα ἡμῖν τὰ ἔνεδρακεκρυμμένα ἡμῖν τὰ ἔνεδρα κεκρυμμένα ἡμῖν τὰς ἔνεδρα E. τίθησι, καλύπτων αὐτοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος ὃ περιφέρουσιν, ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. ταῦτα λογιζόμενοι πολὺν χρόνον ἐκαθέσθημεν ἐπὶ τῇ ἀγγελίᾳ τῶν γεγενημένωνγενομένων Coisl. Secundus, tres Regii. ἐκπεπληγμένοι. καὶ γὰρ τῷ ὄντι ἤχησανἤχησεν E. ἡμῶν ἀμφότερα τὰ ὦτα μαθόντα τὴν ἀναιδῆ καὶ μισάνθρωπον αἵρεσιν τῶν διωξάντων ὑμᾶς, ὅτι οὐχ ἡλικίαν ᾐδέσθησαν, οὐ τοὺς ἐν τῇ πολιτείᾳπολιᾷ editi antiqi. καμάτους, οὐ λαῶν ἀγάπην· ἀλλὰ καὶ ᾐκίσαντο τὰ σώματα, καὶ ἠτίμωσαν, καὶ ἐξορίαις παρέδωκαν, καὶ διήρπασαν τὰς ὑπάρξεις ὧν εὑρεῖν ἠδυνήθησαν, οὔτε τὴν παρὰ ἀνθρώπων κατάγνωσινκατάκρισιν E. Med. ἐντρεπόμενοι, οὔτε τὴν φοβερὰν τοῦ δικαίου κριτοῦ ἀνταπόδοσιν προορώμενοι. ταῦτα ἡμᾶς ἐξέπληξε καὶ μικροῦ ἔξω ἐποίησε τῶν λογισμῶν. συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἡ ἔννοια· ἆρα μὴ ἐγκατέλιπεν ἑαυτοῦ τὰς ἐκκλησίας παντελῶς ὁ Κύριος; ἆρα μὴ ἐσχάτη ὥρα ἐστί, καὶ ἡ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα;