139
Πλὴν εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμός, βαστάσατε αὐτόν, οἱ καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδίδοται,παραδίδονται editi antiqi. μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα, ἀλλʼ ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ἐπάγει ἡμῖν ὁ δίκαιος κριτής, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναιἡμᾶς add. E. ὑπενεγκεῖν;
139
Ἀναμένουσιν ὑμᾶς, ἀδελφοί, οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ τῶν ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας καὶ ὑποδέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν οὐδὲοὐ editi antiqi. κολακευόμενος τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη, ἀλλὰ πάντες, διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδείξαντο.ὑπεδείξαντο E. οἱ μὲν γὰρ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἄλλοι δὲ ἐπρίσθησαν, οἱ δὲἐπρίσθησαν, οἱ δὲ ἐπειράσθησαν. ἐπρίσθησαν E. ἐν φόνῳ μαχαίρας ἀπέθανον. ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἁγίων. μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι· διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναιἀποκαλύπτεσθαι E. εἰς ἡμᾶς.