143
Εἰ μὲν αὐτῷ μοι δυνατὸν ἦν συμπαρεῖναι τῇ τιμιότητί σου, δι’ ἐμαυτοῦ ἂν πάντως ἀνήνεγκα περὶ ὧν ἐβουλόμην καὶ προέστην τῶν καταπονουμένων. ἐπεὶ δέ με ἀρρωστία σώματος καὶ ἀσχολίαι πραγμάτων ἀφέλκουσιν,ἀνθέλκουσιν editi antiqi. ἀντʼ ἐμαυτοῦ σοι τὸν ἀδελφὸν τόνδε τὸν χωρεπίσκοπον συνίστημι, ὥστε σε αὐτῷ γνησίως προσχόντα χρήσασθαι συμβούλῳ, ὡς φιλαλήθως καὶ ἐμφρόνως δυναμένῳ συμβουλεῦσαι περὶ τῶν πραγμάτων. τὸ γὰρ πτωχοτροφεῖον τὸ παρʼ αὐτοῦ οἰκονομούμενον ἐπειδὰν καταξιώσῃς θεάσασθαι(ὄψει γάρ, εὖ οἶδα, καὶ οὐ παραδραμῇ, ἐπειδὴ οὐδὲ ἄπειροςἄπορος E. Reg. secundus. εἶ τοῦ ἔργου, ἀλλʼ, ὡς ὁ δεῖνά μοι ἀνήνεγκεν, ἓν τῶν ἐν τῇ Ἀμασείᾳ ἐξ ὧν ἔδωκέ σοι ὁ Κύριος διατρέφεις), ἐπειδὰν οὖν ἴδῃς καὶ τοῦτο, πάντα αὐτῷ παρέξῃπαρέξεις editi antiqi. τὰ ἐπιζητούμενα. ἤδη γάρ μοι καὶ ὁ ἑταῖρός σου κατεπηγγείλατο φιλανθρωπίαν τινὰ περὶ τὰ πτωχοτροφεῖα. τοῦτο δὲ λέγω, οὐχ ἵνα ἄλλον αὐτὸς μιμήσῃ (σὲ γὰρ εἰκὸς ἑτέροις εἶναι τῶν καλῶν ἡγεμόνα), ἀλλʼ ἵνα γνῷς ὅτι δὴ περὶ αὐτῶν τούτων καὶ ἄλλοι ἡμᾶς ἐδυσωπήθησαν.ἐδυσώπησαν E. editi antiqi.
Τρακτευτῇ τῶν ἐπάρχων
144
Γνωρίζεις πάντως τόνδε ἐκ τῆς κατὰ τὴν πόλιν συντυχίας, ὅμως δέ σοι αὐτὸν καὶ διὰ τῆς ἐπιστολῆς προσάγομεν συνιστῶντες, ὅτι εἰς πολλά σοι τῶν σπουδαζομένων χρήσιμος ἔσται, διὰ τὸ καὶ συνετῶς καὶ εὐλαβῶς δύνασθαι ὑποτίθεσθαι τὰ πρακτέα. ἃ δὲ ἐμοὶ εἰς τὸ οὖς διελέχθης, ταῦτα νῦν ἐστὶ καιρὸς ἐπιδείξασθαι, ἐπειδάν σοι ὁ προειρημένος ἀδελφὸς τὰ τῶν πτωχῶν ὑποδείξῃ.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων