149
Καὶ αὐτὸς ὑπέβαλες ὀφθαλμῷ τὴν κακοπάθειαν τοῦ πρότερον μὲν εὐδοκίμου, νῦν δὲ ἐλεεινοτάτου πάντων Μαξίμου, τοῦ ἄρξαντος τῆς πατρίδος ἡμῶν, ὡς οὐκ ὤφελενϲὤφειλεν editi antiqi. οἶμαι γὰρ ἂν πολλοῖς ἀπευκτὴν ἔσεσθαι τὴν τῶν ἐθνῶν ἀρχήν, εἰ πρὸς τοιοῦτοντοιοῦτο E. πέρας μέλλουσι καταστρέφειν αἱ προστασίαι. ὥστε τί δεῖ ἡμᾶς τὰ καθʼ ἕκαστον ἀπαγγέλλειν, ὧν τε εἴδομεν, ὧν τε ἠκούσαμεν, ἀνδρὶ διὰ πολλὴν τῆς διανοίας ὀξύτητα ἱκανῷ ἐξ ὀλίγων τῶν πραχθέντων στοχάσασθαι τὰ λειπόμενα; πλὴν ἐκεῖνό γε εἰπών, ἴσως οὐ περιττός σοι φανήσομαι, ὅτι πολλῶν ὄντων καὶ δεινῶν τῶν εἰς αὐτὸν τολμηθέντων πρὸ τῆς σῆς παρουσίας, τοιαῦτα γέγονε τὰ μετὰ ταῦτα, ὡς φιλανθρωπίαν ποιῆσαι νομισθῆναι τὰ φθάσαντα. τοσαύτην εἶχεν ὑπερβολὴν ὕβρεως καὶ ζημίας καὶ τῆς εἰς αὐτὸ τὸ σῶμα κακοπαθείας, τὰ δὴ ὕστερον αὐτῷ παρὰ τοῦ κρατοῦντος ἐξευρεθέντα. καὶ νῦν ἔμφρουρος ἥκει τὰ λείψανα τῶν ὧδε κακῶν αὐτοῦ ἀποπληρώσων, ἐὰν μὴ σὺ τὴν μεγάλην σαυτοῦ χεῖρα ὑπερσχεῖν ἐθελήσῃς τῷ καταπονουμένῳ. περιττὸν μὲν οὖν οἶδα ποιῶν, τὴν σὴν χρηστότητα εἰς φιλανθρωπίαν παρακαλῶν. πλὴν ἀλλʼ ἐπειδὴ βούλομαι γενέσθαι χρήσιμος τῷ ἀνδρί, ἱκετεύω σου τὴν σεμνοπρέπειαν προσθεῖναί τι τῇ ἐκ φύσεως περὶ τὸ καλὸν σπουδῇ δι’ ἡμᾶς, ὥστε ἐναργὲς τῷ ἀνδρὶ γενέσθαι τῆς ὑπὲρ αὐτοῦ παρακλήσεως ἡμῶν τὸ ὄφελος.
Ἀμφιλοχίῳ, ὡς παρὰ Ἡρακλείδου