150
Γενόμενος δὲ πλησίον Καισαρείας, ὥστε γνωρίσαι τὰ πράγματα, καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν ἐπέταξεν ἡμῖν ἡ λογιότης σου. καὶ ἃ μὲν ἀπεκρίνατο, οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρʼ ἡμῶν δυνατὸν ἦν, καὶ ἐπιστολῆς ὑπερέβαινε μέτρον· ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναιπαριστῆσαι E, Med. τὴν κτῆσιν. καὶ παρείχετο ἡμῖν ἐκ τοῦ Εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μέν, ὡς Ἰωάννου τοῦ βαπτιστοῦ εἰπόντος· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· ἑτέραν δέ, ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος μὴμή om. E ἔχειν δύο χιτῶνας. προσετίθει δὲκαί add. E. τούτοις καὶκαί om. E τό· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. ἔλεγε δὲ καὶ τὴν τοῦ μαργαρίτου παραβολὴν εἰς τοῦτο φέρειν· ὅτι ὁ ἔμπορος ὁ εὑρὼν τὸν πολύτιμον μαργαρίτην ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα καὶ ἠγόρασεν ἐκεῖνον. προσετίθει δὲ τούτοις, ὅτι οὐδὲ ἑαυτῷ τινὰ ἐπιτρέπειν χρὴ τὴν τῶν χρημάτων διανομήν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ.ἐμπεπιστευμένῳ editi antiqi. καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο· ὅτι πωλοῦντες τὰ προσόντα αὐτοῖς, φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, καὶ παρʼ ἐκείνων διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς δεομένου καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. καὶ ὁ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε, καὶ παρʼ αὐτοῦ λήψεται τὸν μισθόν· ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ προσέρριψε κυνί, φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ τὴν ἔνδειαν.