155
Τοὺς ἐπὶ Σκυθίαν ἀπαίροντας ἐντεῦθεν μέχρι σήμερον οὐκ ἐγνωρίσαμεν· ἀλλʼ οὐδὲ τῶν ἐκ τῆς οἰκίαςοἰκείας editi antiqi. ὑπέμνησαν ἡμᾶς, ὥστε προσειπεῖν σεσε om. E δι’ αὐτῶν, καίτοι πάνυ διὰ σπουδῆς τιθεμένους ἐπὶ πάσης προφάσεως προσφθέγγεσθαί σου τὴν τιμιότητα. ἐπιλαθέσθαι δέ σου ἐν προσευχαῖς ἀδύνατον, εἰ μὴ πρότερον τοῦ ἔργου ἡμῶν ἐπιλαθώμεθα, εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. μέμνησαι γὰρ πάντως τῶν κηρυγμάτων τῶν ἐκκλησιαστικῶν, πιστὸς ὢν τῇ τοῦ Θεοῦ χάριτι, ὅτι καὶ ὑπὲρ τῶν ἐν ἀποδημίαις ἀδελφῶν δεόμεθα, καὶ ὑπὲρ τῶν ἐν ταῖςταῖς om. E στρατείαις ἐξεταζομένων, καὶ ὑπὲρ παρρησιαζομένων διὰ τὸ ὄνομα Κυρίου, καὶ ὑπὲρ τῶν τοὺς πνευματικοὺς καρποὺς ἐπιδεικνυμένων, ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ τὰς εὐχὰς ποιούμεθα· ὧν πάντως ἐν τοῖς πλείοσινχρόνοις E. editi antiqi. ἢ καὶ ἐν τοῖς πᾶσι νομίζομεν καὶ τὴν σὴν ἐμπεριλαμβάνεσθαι τιμιότητα. ἰδίᾳ δέ σου ἡμεῖς πῶς ἂν ἐπιλαθώμεθα, τοσαῦτα ἔχοντες τὰ κινοῦντα ἡμᾶς πρὸς μνήμην, ἀδελφὴν τοιαύτην, ἀδελφιδοὺςἀδελφικήν E. τοιούτους, συγγένειαν οὕτω χρηστήν, οὕτως ἀγαπῶσαν ἡμᾶς, οἶκον, οἰκέτας, φίλους, ἐξ ὧν, κἂν μὴ βουλώμεθα, ἀναγκαίως ὑπομιμνησκόμεθά σου τῆς ἀγαθῆς προαιρέσεως;
155
Περὶ δὲ τοῦδε ὁ ἀδελφὸς ὁ δεῖνα οὐδὲν ἡμῖν ἤνεγκεν ἐπαχθές, οὐδὲ παρʼ ἡμῶν βλάπτουσα αὐτόν τις κρίσις ἐξενήνεκται οὐδεμία. τρέψον οὖν τὴν λύπην ἐπὶ τοὺς τὰ ψευδῆ διηγησαμένους, ἀπολύσας πάσης μέμψεως καὶ τὸν χωρεπίσκοπον καὶ ἐμέ. εἰ δέ τινα δίκην γυμνάζει ὁ σχολαστικὸς ὁ δεῖνα, ἔχει δικαστήρια δημόσια καὶ νόμους. ἀξιῶ οὖν ὑμᾶς ἐπὶ τούτοις μηδεμίαν ἔχειν μέμψιν.
155
Αὐτὸς δὲ ὅσα ποιεῖς ἀγαθά, σεαυτῷ θησαυρίζεις· καὶ ἣν παρέχῃ ἀνάπαυσιν τοῖς διὰ τὸ ὄνομα τοῦ Κυρίου διωκομένοις, ταύτην σεαυτῷ ἐν ἡμέρᾳ τῆς μισθαποδοσίας προετοιμάζεις. καλῶς δὲ ποιήσεις, ἐὰν καὶ λείψανα μαρτύρων τῇ πατρίδι ἐκπέμψῃς,ἐκπέμψῃ E. εἴπερ, ὡς ἐπέστειλας ἡμῖν, ὁ ἐκεῖ διωγμὸς ποιεῖ καὶ νῦν μάρτυρας τῷ Κυρίῳ.
Εὐαγρίῳ πρεσβυτέρῳ