156
Πλὴν ἀλλʼ, ὅπερ ἔφην, οὐκοὐδʼ editi antiqi. ἀποκνήσω γράψαι. γίνωσκε μέντοι, ὡς ἀληθῶς εὐλαβέστατε καὶ πολυπόθητε ἡμῖνἡμῶν E. ἀδελφέ, ὅτι οὐδεμία μοι πρὸς οὐδένα τῇ τοῦ Θεοῦ χάριτι ἰδιάζουσά ἐστι φιλονεικία. οὐδὲ γὰρ πολυπραγμονήσας οἶδα τὰ ἐγκλήματα, οἷς ἕκαστος ὑπεύθυνος ἢ ἔστιν ἢ ὀνομάζεται. ὥστε οὕτως ὑμᾶς προσέχειν τῇ ἡμετέρᾳ διανοίᾳ προσήκει, ὡς μηδὲν ἡμῶν δυναμένων ποιῆσαι κατὰ πρόσκλισιν,πρόσκλησιν editi antiqi. μηδὲ προειλημμένων εἰς τὴν κατά τινων διαβολήν. μόνον εἰ εὐδοκία γένοιτογίγνοιτο editi antiqi. τοῦ Κυρίου ἐκκλησιαστικῶς πάντα καὶ ἀκολούθως πραχθῆναι.
156
Ελύπησε δὲ ἡμᾶς ὁ ποθεινότατος υἱὸς ΔωρόθεοςΘεόδωρος unus ex Regiis. ὁ συνδιάκονος, ἀπαγγείλας περὶ τῆς εὐλαβείας σου, ὅτι ὤκνησας μετασχεῖν αὐτῷ τῆς συνάξεως. καίτοι οὐ τοιαῦτα ἡμῖν ἦν τὰ ὡμιλημένα,ὡμολογημένα editi antiqi. εἴ τι ἐγὼ μέμνημαι. ἀποστεῖλαι μέντοι πρὸς τὴν δύσιν ἐμοὶ μὲν παντελῶς ἐστὶν ἀδύνατον, οὐδένα ἔχοντι τῶν εἰς τὴν διακονίαν ταύτην ἐπιτηδείων. τῶν δὲ αὐτόθεν ἀδελφῶν, ἐάν τις αἱρῆται τὸν ὑπὲρ τῶν ἐκκλησιῶν κόπον ἀναδέξασθαι, οἶδε δηλονότι καὶ πρὸς τίνας ὁρμήσει, καὶ ἐπὶ ποίῳ σκοπῷ, καὶ παρὰ τίνων ἐφοδιασθῇ τοῖς γράμμασι, καὶ ποταποῖς τούτοις. ἐγὼ μὲν γὰρ ἐν κύκλῳ περισκεψάμενος ὁρῶ μεθʼ ἑαυτοῦ οὐδένα. καὶ εὔχομαι μὲν τοῖς ἑπτακισχιλίοις ἐναριθμηθῆναι τοῖς μὴ κάμψασι γόνυ τῇτῷ editi antiqi. Βάαλ. πλὴν ὅτι ζητοῦσι καὶ ἡμῶν τὴν ψυχὴν οἱ πᾶσι τὰς ἑαυτῶν ἐπιβάλλοντες χεῖρας. οὐ μέντοι τούτου γε ἕνεκεν ἐλλείψομέν τι τῆς ὀφειλομένης σπουδῆς ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.
Ἀντιόχῳ