159
Ὅσην εὐφροσύνην παρέσχε μοι τὸ γράμμα τῆς κοσμιότητός σου εἰκάζεις πάντως αὐτοῖςαὐτός editi antiqi. τοῖς ἐπεσταλμένοις. τί γὰρ ἂν ἥδιον γένοιτο ἀνθρώπῳ εὐχὴν ποιουμένῳ φοβουμένοις Θεὸν ἀεὶ προσομιλεῖν καὶ τοῦ παρʼ αὐτῶν κέρδους μεταλαμβάνειν, γραμμάτων τοιούτων, δι’ ὧν ἡ Θεοῦ γνῶσις ἐπιζητεῖται; εἰ γὰρ τὸ ζῇν ἡμῖν Χριστός, ἀκολούθως καὶ ὁ λόγος ἡμῶν περὶ Χριστοῦ ὀφείλει εἶναι, καὶ ἡ ἔννοια καὶ πᾶσα πρᾶξις τῶν ἐντολῶν αὐτοῦ ἠρτῆσθαι, καὶ ἡ ψυχὴ ἡμῶν κατʼ αὐτὸν μεμορφῶσθαι. χαίρω τοίνυν περὶ τοιούτων ἐρωτώμενος καὶ συγχαίρω τοῖς ἐρωτῶσιν. ἡμῖν τοίνυν ἑνὶ μὲν λόγῳ ἡ τῶν ἐν Νικαίᾳ συνελθόντων πατέρων πίστις πασῶν τῶν ὕστερον ἐφευρεθεισῶνεὑρεθεισῶν E. προτετίμηται· ἐν ᾗ ὁμοούσιος ὁμολογεῖται ὁ Υἱὸς τῷ Πατρί, καὶ τῆς αὐτῆς ὑπάρχων φύσεως ἧς ὁ γεννήσας. φῶς γὰρ ἐκ φωτός, καὶ Θεὸν ἐκ Θεοῦ, καὶ ἀγαθὸν ἐξ ἀγαθοῦ, καὶ τὰ τοιαῦτα πάντα, ὑπό τε τῶν ἁγίων ἐκείνων ὡμολογήθη· καὶ ὑφʼ ἡμῶν νῦν, τῶν εὐχομένων κατʼ ἴχνη βαίνειν ἐκείνοις, προσμαρτυρεῖται.