159
Ἐπειδὴ δὲ τὸ νῦν ἀνακύψαν παρὰ τῶν ἀεὶτι add. editi antiqi. καινοτομεῖν ἐπιχειρούντων ζήτημα, παρασιωπηθὲν τοῖς πάλαι διὰ τὸ ἀναντίρρητον, ἀδιάρθρωτον κατελείφθη (λέγω δὴ τὸ περὶ τοῦ ἁγίου Πνεύματος). προστίθεμεν τὸν περὶ τούτου λόγον ἀκολούθως τῇ τῆς Γραφῆς ἐννοίᾳ· ὅτι ὡς βαπτιζόμεθα, οὕτω καὶ πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν. ἐπειδὴ οὖν βάπτισμα ἡμῖν δέδοται παρὰ τοῦ Σωτῆρος εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἀκόλουθον τῷ βαπτίσματι τὴν ὁμολογίαν τῆς πίστεως παρεχόμεθα, ἀκόλουθον δὲ καὶ τὴν δοξολογίαν τῇ πίστει, συνδοξάζοντες Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, τῷ πεπεῖσθαι μὴ ἀλλότριον εἶναι τῆς θείας φύσεως. οὐ γὰρ ἂν τῶν αὐτῶν μετέσχε τιμῶν τὸ ἀπεξενωμένον κατὰ τὴν φύσιν. τοὺς δὲ κτίσμα λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον ἐλεοῦμεν, ὡς εἰς τὸ ἀσυγχώρητον πτῶμαπταῖσμα duo MSS. τῆς εἰς αὐτὸ βλασφημίας διὰ τῆς τοιαύτης φωνῆς καταπίπτοντας. ὅτι γὰρ διώρισται κτίσις θεότητος οὐδενὸς λόγου προσδεῖ τοῖς κατὰ μικρὸνκατὰ μικρὸν κᾂν μικρόν editi antiqi. ταῖς Γραφαῖς ἐγγεγυμνασμένοις. ἡ μὲν γὰρ κτίσις δουλεύει, τὸ δὲ Πνεῦμα ἐλευθεροῖ· ἡ κτίσις ζωῆς προσδεής ἐστι, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ κτίσις διδασκαλίας προσδεῖται, τὸ Πνεῦμά ἐστι τὸ δίδασκον· ἡ κτίσις ἁγιάζεται, τὸ Πνεῦμά ἐστι τὸ ἁγίαζον. κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν πάσας τὰς ὑπερκοσμίουςὑπερκοσμίας editi antiqi. δυνάμεις, διὰ τοῦ Πνεύματος τὴν ἁγιωσύνην λαμβάνουσιν. αὐτὸ δὲ τὸ Πνεῦμα φυσικὴν ἔχει τὴν ἁγιότητα, οὐ κατὰ χάριν λαβόν, ἀλλὰ συνουσιωμένην αὐτῷ· ὅθεν καὶ τῆς προσηγορίας τῆς τοῦ ἁγίου ἐξαιρέτως τετύχηκεν. ὃ τοίνυν φύσει ἅγιον, ὡς φύσει ἅγιος ὁ Πατήρ, καὶ φύσει ἅγιος ὁ Υἱός, οὔτε αὐτοὶ τῆς θείας καὶ μακαρίας Τριάδος χωρίσαι καὶ διατεμεῖν ἀνεχόμεθα, οὔτε τοὺς εὐκόλως τῇ κτίσει συναριθμοῦντας ἀποδεχόμεθα.