160
Γέγραπται,γάρ add. E. φησίν, ἐν τῷ Λευιτικῷ· Γυναῖκα ἐπʼ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπʼ αὐτῇ, ἔτι ζώσης αὐτῆς. δῆλον δὴ οὖν ἐκ τούτου εἶναί φησιν ὅτι συγχωρεῖται λαμβάνειν τελευτησάσης. πρὸς δὴ τοῦτο πρῶτον μὲν ἐκεῖνο ἐρῶ· ὅτι, ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· ἐπεὶ οὕτω γε καὶ περιτομῇ, καὶ Σαββάτῳ, καὶ ἀποχῇ βρωμάτων ὑποκεισόμεθα. οὐ γὰρ δή, ἐὰν μέν τι εὕρωμεν συντρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ νόμου ἑαυτοὺς ὑποθήσομεν, ἐὰν δέ τι φανῇ βαρὺ τῶν νομίμων, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. ἠρωτήθημεν εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπʼ ἀδελφῇ. εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν καὶ ἀληθές, ὅτι οὐ γέγραπται. τὸ δʼ ἐκ τῆς τοῦ ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν συλλογίζεσθαι νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος· ἐπεὶ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι καὶ ἔτι ζώσης τῆς γυναικὸς λαμβάνειν τὴν ἀδελφήν. τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπʼ ἐκείνου ἁρμόζει. γέγραπται γάρ, φησίν· οὐ λήψῃ ἀντίζηλον, ὡςὥστε E. τήν γε ἔξω τοῦ ζήλου λαβεῖν οὐκ ἐκώλυσεν. ὁ δὴ συνηγορῶν τῷ πάθει ἀζηλότυπον εἶναι διοριεῖται τὸ ἦθος τῶν ἀδελφῶν. ἀνῃρημένης οὖν τῆς αἰτίας, δι’ ἣν ἀπηγόρευσε τὴν ἀμφοτέρων συνοίκησιν, τί τὸ κωλῦον ἔσταιἐστί editi antiqi. λαμβάνειν τὰς ἀδελφάς; ἀλλʼ οὐ γέγραπται ταῦτα, φήσομεν. ἀλλʼ οὐδὲ ἐκεῖνα ὥρισται. ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἀμφοτέραιςἀμφοτέροις editi antiqi. τὴν ἄδειαν δίδωσιν. ἔδει δέ, καὶ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων.