167
Καὶ γράφων καὶ μεμνημένος εὐφραίνεις ἡμᾶς, καὶ τὸ τούτου μεῖζον, εὐλογῶν ἡμᾶς ἐν τοῖς γράμμασιν. ἡμεῖς δέ, εἰ μὲνεἰ μὲν ἐσμέν editi antiqi. ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως, κατηξιώθημεν ἂν καὶ μέχρι σουκατηξιώθημεν... σου εὐχόμεθα ἰδεῖν E. γενόμενοι περιπτύξασθαί σου τὴνσήν E. θεοσέβειαν καὶ τύπον λαβεῖν τῆς ἐν τοῖς παθήμασι καρτερίας. ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν, πολλαῖς θλίψεσι καὶ ἀσχολίαις ἐνεχόμενοι, ὃ δεύτερόν ἐστι ποιοῦμεν· προσαγορεύομεν τὴν σὴν τελειότητα, καὶ ἀξιοῦμεν μὴ κάμνειν σε μεμνημένον ἡμῶν. οὐ γὰρ ὠφέλεια μόνον ἡμῖν τῶν σῶν καταξιοῦσθαι γραμμάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς καὶ καλλώπισμα, ὅτι λόγος ἡμῶν ἐστὶ παρὰ ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ τοσαύτην ἔχοντι πρὸς Θεὸν οἰκειότητα, ὥστε καὶ ἄλλους οἰκειοῦν δύνασθαι καὶ λόγῳ καὶ ὑποδείγματι.
Ἀντιόχῳ πρεσβυτέρῳ, ἀδελφιδῷ συνόντι ἐν τῇ ἐξορίᾳ
168
Ὅσον ὀδύρομαι τὴν ἐκκλησίαν τὴν στερηθεῖσαν τῆς τοῦ τοιούτου ποιμένος ἐπιστασίας, τοσοῦτον μακαρίζω ὑμᾶς καταξιωθέντας ἐν τοιούτῳ καιρῷ συνεῖναι ἀνδρὶ τὸν μέγαν ὑπὲρ τῆς εὐσεβείαςἐκκλησίας tres MSS. recentiores. διαθλοῦντι ἀγῶνα. πέπεισμαι γὰρ ὅτι ὁ Κύριος καὶ ὑμᾶς τῆς αὐτῆς μερίδος καταξιώσει τοὺς καλῶς ἀλείφοντας καὶ ἐπεγείροντας αὐτοῦ τὴν προθυμίαν. ἡλίκον δὲ κέρδος ἐν ἡσυχίᾳ βαθείᾳ ἀπολαύειν ἀνδρὸς τοσαῦτα μὲν ἐκ τῆς μαθήσεως τοσαῦτα δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων συνειληχότοσϲ ὥστε πέπεισμαι ὑμᾶς νῦν ἐγνωκέναι τὸν ἄνδρα, ἡλίκος ἐστὶ τὴν σύνεσιν· διότι ἐν τῷ παρελθόντι χρόνῳ καὶ αὐτὸς τὴν διάνοιαν εἶχεν εἰς πολλὰ σχιζομένην καὶ ὑμεῖς οὐκ ἤγετε σχολὴν ἀπὸ τῶν τοῦ βίου πραγμάτων, ὥστε ὅλοι προσκεῖσθαι τῷ πνευματικῷ νάματι τῷ ἀπὸ καθαρᾶς καρδίας τοῦ ἀνδρὸς προχεομένῳ. ἀλλὰ παράσχοι ὁ Κύριος ὑμᾶς καὶ αὐτῷ παράκλησιν εἶναι καὶ αὐτοὺς μὴ δεῖσθαι τῆς ἑτέρων παρηγορίας· ὅπερ οὖν καὶ πέπεισμαι περὶ τῶν καρδιῶν ὑμῶν, τεκμαιρόμενος τῇ τε ἐμαυτοῦ πείρᾳ, ἣν πρὸς ὀλίγον ὑμῶν ἐπειράθην, καὶ τῇ μεγάλῃ διδασκαλίᾳ τοῦ καλοῦ καθηγητοῦ, οὗ μιᾶς ἡμέρας συνουσία αὐταρκές ἐστιν ἐφόδιον πρὸς σωτηρίαν.
Γρηγορίῳ Βασίλειος