170
Μέχρι τίνος ἀπονοῇ, καὶ κακῶς μὲνμέν om. E βουλεύῃ περὶ σεαυτοῦ, κινεῖς δὲδὲ μέν E, editi antiqi. ἡμᾶς, αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. εἰ γὰρ καὶ πατρικῶς ἐπετιμήσαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς.πνευματικῶς apud Gregorium. ταῦτά σοι παρʼ ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι, καὶ πρὸ τῶν ἄλλων ὁ σὸς πρεσβύτερος, οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. εἰ δὲ μακρύνειςμακρύνοις Harl. ἀφʼ ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντωςπαντός Reg. secundus. ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας, οὐ πρὸς Θεόν, ἀλλʼ εἰς βάραθρον.
Γρηγορίῳἑταίρῳ add. E.
171
Ἐπέσταλκά σοι καὶ πρώην περὶ Γλυκερίου καὶ τῶν παρθένων. οἱ δὲ οὐδέπω καὶ τήμερον ἐπανήκασιν, ἀλλʼ ἔτι μέλλουσιν, οὐκ οἶδα ὅθεν καὶ ὅπως. οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην, ὡς ἐφʼ ἡμετέρᾳ διαβολῇ τοῦτο ποιεῖς, ἢ αὐτὸς πάσχων τι πρὸς ἡμᾶς, ἢ ἄλλοις χαριζόμενος. ἡκέτωσαν οὖν μηδὲν δεδοικότες· σὺ γενοῦ τούτουσὺ γενοῦ τούτου συγγένου τούτων editi antiqi. τούτων apud Gregorium. ἐγγυητής. καὶ γὰρ ἀλγοῦμεν τεμνομένωντεμνομένων τεμνόμενοι τῶν μελῶν apud Gregorium. τῶν μελῶν, εἰ καὶ καλῶςκακῶς E, editi antiqi. ἐτμήθησαν. εἰ δὲ ἀντιτείνοιεν, ἐπʼ ἄλλους τὸ βάρος, ἡμεῖς δὲ ἀποπλυνόμεθα.
Σωφρονίῳ ἐπισκόπῳ