172
Ὅπως ηὔφρανας ἡμᾶς τοῖςτοῖς om. E γράμμασιν οὐδὲν δεόμεθα γράφειν. εἰκάζεις γὰρ πάντως αὐτοῖς οἷς ἐπέστειλας τοιούτοις οὖσι.τοιούτοις οὖσι om. E τὸν γὰρ πρῶτον καρπὸν τοῦ Πνεύματος, τὴν ἀγάπην, ἔδειξας ἡμῖν διὰ τοῦ γράμματος. τούτου δὲ τί ἂν γένοιτο τιμιώτερον ἡμῖν ἐν τῇ παρούσῃ τῶν καιρῶν καταστάσει, ἡνίκα διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη; οὐδὲν γὰρ οὕτω σπάνιον νῦν ὡς ἀδελφοῦ συντυχία πνευματικοῦ, καὶ ῥῆμα εἰρηνικόν, καὶ πνευματικὴ κοινωνία, ἣν εὑρόντες ἐν τῇ σῇ τελειότητι ὑπερευχαριστήσαμεν τῷ Κυρίῳ, δεόμενοι καὶ τῆς τελείας ἐπὶ σοὶ μετασχεῖν εὐφροσύνης. εἰ γὰρ ἐπιστολαὶ τοιαῦται, ὁποία ἡ συντυχία; καὶ εἰ πόρρωθεν οὕτως αἱρεῖς, πόσου ἄξιος ἔσῃ ἐγγύθεν ἡμῖν ἐπιφανείς; εὖ δὲ ἴσθι,εὖ δὲ ἴσθι ὥστε με E; ὥστε μοι Med. εἰ μὴ μυρίων ἀσχολιῶν περιεῖχε πλῆθοςἡμᾶς add. editi antiqi. καὶ αἱ ἀπαραίτητοι αὗται ἀνάγκαι αἷς ἐνδεδέμεθα, αὐτόν με ἐπειχθῆναι πρὸς τὴν σὴν τελειότητα. καίτοιγεκαίτοι E. μέγα μοι ἐμπόδιόν ἐστι πρὸς τὰς κινήσεις ἡ παλαιὰ αὕτη τοῦ σώματος ἀρρωστία, ἀλλʼ ὅμως οὐκ ἂν ὑπελογισάμην τοῦτο ἐμπόδιον τῆς προσδοκωμένης ἕνεκεν ὠφελείας. τὸ γὰρ ἀνδρὶ τὰ αὐτὰ φρονοῦντι καὶ τὴν τῶν πατέρων πρεσβεύοντι πίστιν, ὡς ὁ τῶν τιμίων ἀδελφῶν καὶ συμπρεσβυτέρων λόγος,περὶ σοῦ add. editi antiqi. καταξιωθῆναι περιτυχεῖν, ὄντως ἐστὶν εἰς τὴν ἀρχαίαν μακαριότητα τῶν ἐκκλησιῶν ἐπανελθεῖν, ὅτε ὀλίγοι μὲν ἦσαν οἱ νοσοῦντες περὶ ζητήσεις, ἐν ἡσυχίᾳ δὲ ἦσαν πάντες, ἐργάται ὄντες τῶν ἐντολῶντοῦ Θεοῦ add. editi antiqi. ἀνεπαίσχυντοι, διὰ τῆς ἁπλῆς καὶ ἀπεριέργου ὁμολογίας λατρεύοντες τῷ Κυρίῳ, καὶλατρεύοντες τῷ Κυρίῳ, καί om. E Med. ἄσυλον τὴν πίστιν καὶ ἀπερίεργον τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα διαφυλάσσοντες.
Πρὸς Θεοδώραν κανονικήνΘεοδώρᾳ κανονικῇ editi antiqi.; περὶ βίου κανονικοῦ add. Harl.