Πρὸς ἐλευθέραν
174
Ἐγώ, καὶ πάνυ βουλόμενος συνεχῶς ἐπιστέλλειν τῇ εὐγενείᾳ ὑμῶν, ἐπέσχονἀπέσχον editi antiqi. ἐμαυτὸν ἀεί, μήπως δόξω τινὰς ὑμῖν πειρασμοὺς ἐπεγείρειν διὰ τοὺς φιλέχθρωςφιλεχθῶς editi antiqi. πρὸς ἡμᾶς διακειμένους καί, ὡς ἀκούω, μέχρι καὶ τούτων τὴν ἔχθραν ἐλαύνοντας, ὥστε πολυπραγμονεῖνφιλοπραγμονεῖν E, Harl. εἴ πού τις καὶ γράμμα ἡμέτερον δέχοιτο. ἐπειδὴ δὲ αὐτή, καλῶς ποιοῦσα, κατῆρξας τοῦ γράμματος καὶ ἐπέστειλας ἡμῖν ἃὡς E. ἐχρῆν περὶ τῶν κατὰ τὴντήν om. E ψυχήν σου πραγμάτων ἀνακοινουμένη, προετράπην εἰς τὸ ἀντεπιστεῖλαι, ὁμοῦ μὲν τὰ ἐν τῷ παρελθόντιπαρόντι E. χρόνῳ ἐλλειφθέντα ἐπανορθούμενος, ὁμοῦ δὲ καὶ πρὸς τὰ ἐπεσταλμένα παρὰ τῆς σῆς εὐγενείας ἀποκρινόμενος.
174
Ὅτι μακαρία ἐστὶἡ add. E. ψυχὴ ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα ἢ πῶς ἐπὶ τῆς μεγάλης ἡμέρας, καθʼ ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν κριτὴν τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ αὐτὴ δυνηθῇ κούφως ἀποθέσθαι τὸν λόγον τῶν βεβιωμένων. ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστουἀπαραλογήτου editi antiqi. κριτηρίου ἀπολογίαν, ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς ἢ ἐλάχιστα ἁμαρτήσεται, διότιδιόπερ E. τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου τοῦ ΘεοῦΚυρίου editi antiqi. γίνεται. οἷς δʼ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν.