8
Εἰ δὲ δεῖ προβῆναιπροσβῆναι F. τῷ λόγῳ καὶ ἐποπτεῦσαι τὰ μείζονα, ἐκ τούτου μάλιστα τὴν θεϊκὴν δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσωμεν. τρεῖς κτίσεις εὑρήκαμεν ὀνομαζομένας ἐν τῇ Γραφῇ· μίαν μὲν καὶ πρώτην, τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· δευτέραν δέ, τὴν ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττον ἀλλοίωσιν· τρίτην δέ, τὴν ἐξανάστασιν τῶν νεκρῶν. ἐν ταύταις εὑρήσεις συνεργὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. οὐρανῶν γὰρ οὐσίωσις. καὶ τί φησιν ὁ Δαβίδ; Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. πάλιν ἄνθρωπος διὰ βαπτίσματος κτίζεται, Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις. καὶ τί φησι τοῖς μαθηταῖς ὁ Σωτήρ; Ἀπελθόντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁρᾷς κἀνταῦθα συμπαρὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. τί δʼ ἂν εἴποις καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, ὅταν ἐκλείψωμεν, καὶ εἰς τὸν χοῦν ἡμῶν ἐπιστρέψωμεν; Γῆ γάρ ἐσμεν καὶ εἰς τὴν γῆν ἀπελευσόμεθα, καὶ Ἀποστελεῖ τὸ Πνεῦμα τὸ ἅγιον καὶ κτίσει ἡμᾶς, καὶ ἀνακαινίσει τὸ πρόσωπον τῆς γῆς. ἣν γὰρ Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαβὶδ ἀνακαινισμὸν προσηγόρευσε.