189
Ἀλλʼ ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. ὁ γὰρ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης τῷ πολλὰς λέγοντι, ἢ τῷ μηδεμίαν, συνθήσεται. οὐ γάρ ἐστι δυνατὸν ἕτερόν τι παρὰ τὸ εἰρημένον ἐπινοῆσαι. ἀλλʼ οὔτε πολλὰς λέγειν ἡ θεόπνευστος συγχωρεῖ διδασκαλία, εἴπου καὶ μέμνηται, μοναχῶς τῆς θεότητος μνημονεύουσα, ὅτι Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· καὶ ἑτέρωθι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. εἰ οὖν εἰς πλῆθος ἐκτείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων μόνον τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστί, τὸ δὲ καθόλου ἀρνεῖσθαι τὴν θεότητα τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τῷ μίαν ὁμολογεῖν τὴν θεότητα; ἀλλʼ ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπόν· ἐπὶ μὲν τοῦ Πατρὸς καταδέχεσθαι τὸν Θεὸν εἶναι, καὶ τὸν Υἱὸν ὡσαύτως τιμᾶσθαι τῷ τῆς θεότητος ὀνόματι συντιθέμενοι, τὸ δὲ Πνεῦμα Πατρὶ καὶ Υἱῷ συναριθμούμενον, μηκέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπαραλαμβάνεσθαι, ἀλλʼ ἐκ Πατρὸς μέχρι τοῦ Υἱοῦ ἱσταμένην τὴν τῆς θεότητος δύναμιν, ἀποκρίνειν τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ Πνεύματος. οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν, διὰ βραχέων καὶ πρὸς ταύτην τὴν ἔννοιαν.