8
Ἀκούσωμεν δὲ πάλιν τοῦ ἁρπαγέντος ἕως τρίτου οὐρανοῦ. τί φησιν; ὅτι Ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστε. πᾶς δὲ ναὸς Θεοῦ ναός. εἰ δὲ ναός ἐσμεν τοῦ Πνεύματος τοῦ ἁγίου, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. λέγεταιλέγει F. δὲ καὶ ναὸς Σολομῶντος, ἀλλʼ ὡς κατασκευάσαντος. εἰ δὲ οὕτως ἐσμὲν ναὸςναοὶ F. τοῦ ἁγίου Πνεύματος, Θεὸς τὸ ἅγιον Πνεῦμα, Ὁ γὰρ πάντα κατασκευάσας Θεός. εἰ δὲ ὡς προσκυνουμένου καὶ ἐνοικοῦντος ἐν ἡμῖν, ὁμολογήσωμενὁμολογήσομεν F. αὐτὸ εἶναι Θεόν. Κυρίῳ γὰρ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. εἰ δὲ τὴν Θεὸς φωνὴν παραιτοῖντο, μανθανέτωσαν τίνος ἐστὶ σημαντικὸν τὸ ὄνομα τοῦτο. παρὰ γὰρ τὸ τεθεικέναι τὰ πάντα ἢ θεᾶσθαι τὰ πάντα ὁτὰ πάντα ὁ ομ F. Θεὸς ὀνομάζεται. εἰ τοίνυν Θεὸς εἴρηται παρὰ τὸ τεθεικέναι ἢ θεᾶσθαι τὰ πάντα, τὸ δὲ Πνεῦμα πάντα γινώσκει τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμέτερα, Θεὸς οὖνοὖνom. F. τὸ Πνεῦμα τὸ ἅγιον.
8
Καὶ πάλιν, εἰ ἡ μάχαιρα τοῦ Πνεύματος ῥῆμά ἐστι Θεοῦ, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἐκείνου γάρ ἐστιν ἡ μάχαιρα, οὗ καὶ ῥῆμα καλεῖται. καὶκαὶom. F. εἰ καὶ δεξιὰ τοῦ Πατρὸς ὀνομάζεται (Δεξιὰ γὰρ Κυρίου ἐποίησε δύναμιν, καὶ Ἡ δεξιά σου, Κύριε, ἔθραυσεν ἐχθρούς), δάκτυλος δὲ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὸ ῥητόν, τὸ Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ὅπερ ἐν ἑτέρῳ Εὐαγγελίῳ γέγραπται, τὸ Εἰ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, τῆς αὐτῆς φύσεως τῷτῷom. F. Πατρὶ καὶ Υἱῷ τὸ πνεῦμα τὸ ἅγιον.