Σωφρονίῳ μαγίστρῳ.
192
Εἰ αὐτὸς διπλῆν ἔλαβες χάριν, ὡς αὐτὸς τῇ ἀνυπερβλήτῳ προθυμίᾳ περὶ τὰ ἀγαθὰ ἔργα ἐπέστειλας ἡμῖν, μίαν μὲν τῷ δέξασθαι γράμματα, δευτέραν δὲ τῷ ὑπουργῆσαι τῇ χρείᾳ ἡμῶν· πόσην τινὰ χρὴ νομίζειν ἡμᾶς ἔχειν τὴν χάριν, γράμμασί τε τῆς ἡδίστης φωνῆς ἐντυχόντας, καὶ τὴν ἐπιζητηθεῖσαν χρείαν τοσούτῳ τάχει πληρωθεῖσαν ὁρῶντας. ὥστε ἡδέως δεξάμενοι τὸ ἀποσταλὲν διὰ τὴν οἰκείαν αὐτοῦ φύσιν, πολλῷ ἥδιον αὐτὸ προσηκάμεθα τῷ σὲ εἶναι τὸν τῆς κατασκευῆς αὐτοῦ προεστῶτα. παράσχοι δὲ ἡμῖν ὁ Κύριος ἰδεῖν σε ἐν τάχει, ὥστε ἀπὸ γλώττης ὁμολογῆσαι τὴν χάριν, καὶ πάντων ὁμοῦ τῶν ἐν σοὶ καλῶν ἀπολαῦσαι.
Μελετίῳ ἀρχιάτρῳ.
193
Ἡμῖν οὐδʼ ὅσον ταῖς γεράνοις ὑπάρχει τὰ δυσχερῆ τοῦ χειμῶνος διαφυγεῖν, ἀλλʼ ἕνεκα μὲν τοῦ προϊδέσθαι τὸ μέλλον οὐδὲν ἴσως τῶν γεράνων χείρους ἐσμέν· τῷ δὲ κατὰ τὸν βίον αὐτεξουσίῳ τοσούτον τῶν ὀρνίθων ἀπολιμπανόμεθα, ὅσον καὶ τοῦ πέτεσθαι δύνασθαι, μικροῦ δεῖν. πρῶτον μὲν γάρ με ἀσχολίαι τινὲς τῶν κατὰ τὸν βίον πραγμάτων ἐπέσχον· ἔπειτα δὲ πυρετοὶ συνεχεῖς καὶ λάβροι οὕτω μου τὸ σῶμα κατεδαπάνησαν, ὥστε ἐφάνη τι καὶ ἐμοῦ λεπτότερον, αὐτὸς ἐγὼ ἐμαυτοῦ· εἶτα τεταρταίων προσβολαὶ πρὸς πλεῖον ἢ εἴκοσι διαρκέσασαι κύκλους. νυνὶ δὲ ὅτε δοκῶ τῶν πυρετῶν ἀπηλλάχθαι, οὕτως ὑπὸ τῆς ἀδυναμίας διάκειμαι, ὥστε μηδὲν ἐν τούτῳ ἀποδεῖν ἀραχνίου. ὅθεν μοι πᾶσα μὲν ὁδὸς ἄβατος, πᾶσα δὲ πνεύματος προσβολὴ πλείονα φέρει τὸν κίνδυνον ἢ αἱ τρικυμίαι τοῖς πλέουσιν. ἀνάγκη τοίνυν ὑπὸ δωματίῳ κεκρύφθαι, καὶ ἀναμένειν τὸ ἔαρ, ἐάνπερ διαρκέσαι πρὸς αὐτὸ δυνηθῶμεν, ἀλλὰ μὴ προδιαμάρτοιμεν ὑπὸ τοῦ κακοῦ τοῦ τοῖς σπλάγχνοις ἐνιδρυμένου. ἐὰν δὲ διασώσῃ ἡμᾶς ὁ Κύριος τῇ μεγάλῃ αὐτοῦ χειρί, ἀσμενέστατα μὲν τὴν ἐσχατιὰν ὑμῶν καταληψόμεθα, ἀσμενέστατα δὲ σὲ τὴν φίλην ἡμῖν κεφαλὴν περιπτυξόμεθα. μόνου εὔχου πρὸς τὸ συμφέρον τῇ ψυχῇ τὴν ζωὴν ἡμῶν οἰκονομεῖσθαι.
Ζωΐλῳ.