197
Ἡ δὲ περὶ τὸν μακαριώτατον Διονύσιον τὸν ἐπίσκοπον φιλοτιμία σου καὶ σπουδὴ πᾶσάν σοι μαρτυρεῖ ἀγάπην πρὸς τὸν Κύριον, τιμὴν εἰς τοὺς προλαβόντας, σπουδὴν περὶ τὴν πίστιν. ἡ γὰρ πρὸς τοὺς εὔνους τῶν ὁμοδούλων διάθεσις τὴν ἀναφορὰν ἐπὶ τὸν Δεσπότην ἔχει, ᾧ δεδουλεύκασι· καὶ ὁ τοὺς διὰ πίστιν ἠθληκότας τιμῶν δῆλός ἐστι τὸν ἴσον ζῆλον ἔχων τῆς πίστεως, ὥστε μία αὕτη πρᾶξις πολλῆς ἀρετῆς ἔχει τὴν μαρτυρίαν. γνωρίζομεν δέ σου τῇ ἐν Χριστῷ ἀγάπῃ, ὅτι οἱ σπουδαιότατοι ἀδελφοί, οἱ παρὰ τῆς εὐλαβείας σου εἰς τὴν τοῦ ἀγαθοῦ ἔργου διακονίαν προτιμηθέντες, πρῶτον μὲν παντὶ τῷ κλήρῳ ἔπαινον ἤνεγκαν διὰ τῆς ἐμμελείας τῶν τρόπων· ἐν γὰρ τῇ καθʼ ἑαυτοὺς εὐσχημοσύνῃ τὸ κοινὸν πάντων εὐσταθὲς κατεμήνυον· ἔπειτα πάσῃ σπουδῇ καὶ ἐμμελείᾳ χρησάμενοι, κατετόλμησαν μὲν χειμῶνος ἀβάτου, ἔπεισαν δὲ μετὰ πάσης εὐτονίας τοὺς πιστοὺς φύλακας τοῦ μακαρίου σώματος τὰ φυλακτήρια τῆς ἑαυτῶν ζωῆς παραχωρῆσαι τούτοις. καὶ γίνωσκε ὅτι οὔτε ἀρχαὶ οὔτε δυναστεῖαι ἀνθρώπων ἐξίσχυσαν ἄν ποτε βιάσασθαι τοὺς ἀνθρώπους ἐκείνους, εἰ μὴ τὸ εὔτονον τῆς προαιρέσεως τῶν ἀδελφῶν τούτων ἐξεδυσώπησεν αὐτοὺς πρὸς τὴν συγχώρησιν. συνήργησε δὲ μάλιστα πρὸς τὸ καταπραχθῆναι τὰ σπουδαζόμενα καὶ ἡ παρουσία τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου υἱοῦ ἡμῶν Θηρασίου τοῦ συμπρεσβυτέρου, ὃς αὐθαιρέτως τὸν κόπον τῆς ὁδοιπορίας ὑποδεξάμενος, ἔπαυσε μὲν τὸ σφοδρὸν τῆς ὁρμῆς τῶν ἐκεῖ πιστῶν, λόγῳ δὲ συμπείσας τοὺς ἀντεχομένους, ἐπὶ πρεσβυτέρων καὶ διακόνων καὶ ἄλλων πολλῶν τῶν φοβουμένων τὸν Κύριον μετὰ τῆς πρεπούσης εὐλαβείας ἀνελόμενος τὰ λείψανα, συνδιέσωσε τοῖς ἀδελφοῖς· ἃ μετὰ τοσαύτης χαρᾶς ὑποδέξασθε, μεθʼ ὅσης λύπης προέπεμψαν οἱ φυλάσσοντες. μηδεὶς διακρινέσθω· μηδεὶς ἀμφιβαλλέτω· οὗτός ἐστιν ἐκεῖνος ὁ ἀήττητος ἀθλητής. ταῦτα γνωρίζει τὰ ὀστᾶ ὁ Κύριος, τὰ συνδιαθλήσαντα τῇ μακαρίᾳ ψυχῇ. ταῦτα μετʼ αὐτῆς στεφανώσει ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ κατὰ τὸ γεγραμμένον· ὅτι δεῖ ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξε διὰ τοῦ σώματος. μία λάρναξ ἦν ἡ ὑποδεξαμένη τὸ τίμιον ἐκεῖνο σῶμα· οὐδεὶς ὁ πλησίον αὐτοῦ κατακείμενος· ἐπίσημος ἡ ταφή· μάρτυρος ἡ τιμή. Χριστιανοὶ οἱ ξενίσαντες καὶ ταῖς ἰδίαις χερσὶ κατέθεντο τότε, καὶ ἀνείλοντο νῦν. οὗτοι ἔκλαυσαν μὲν ὡς πατέρος καὶ προστάτου στερούμενοι· προέπεμψαν δέ, τὴν ὑμετέραν χαρὰν τῆς ἰδίας παρακλήσεως προτιμοτέραν θέμενοι. οἱ παραδόντες τοίνυν εὐλαβεῖς· οἱ ὑποδεξάμενοι ἀκριβεῖς. οὐδαμοῦ ψεῦδος, οὐδαμοῦ δόλος· μαρτυροῦμεν ἡμεῖς· ἀσυκοφάντητος ἔστω παρʼ ὑμῶν ἡ ἀλήθεια.