203
Ἐγένετό μοι πολλὴ ὁρμὴ τῆς συντυχίας ὑμῶν, καὶ ἀεί τι ἐπεγένετο κώλυμα, ἐμποδίζον μου τῇ προθυμίᾳ. ἢ γὰρ ἡ τοῦ σώματος ἀσθένεια συνεπόδισέ με (ἣν οὐκ ἀγνοεῖτε πάντως, ὅση μοι πάρεστιν ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, συντραφεῖσά μοι καὶ παιδεύουσά με, κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονομοῦντος Θεοῦ), ἢ αἱ τῶν ἐκκλησιῶν ἐπιμέλειαι, ἢ οἱ πρὸς τοὺς ἐπανισταμένους τῷ λόγῳ τῆς ἀληθείας ἀγῶνες. διὸ μέχρι τοῦ παρόντος ἐν θλίψει πολλῇ καὶ λύπῃ διάγω, συνειδὼς ὅτι τὸ καθʼ ὑμᾶς ἐλλέλειπταί μοι. ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ τοῦ διὰ τοῦτο τὴν διὰ σαρκὸς ἐπιδημίαν καταδεξαμένου, ἵνα καὶ τοῖς ὑποδείγμασι τῶν πρακτέων ῥυθμίσῃ τὸν βίον ἡμῶν καὶ διὰ τῆς ἰδίας φωνῆς ἀναγγείλῃ ἡμῖν τὸ εὐαγγέλιον τῆς βασιλείας, ὅτι Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλλων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκονομίαν, τὴν ἑαυτοῦ εἰρήνην ὁ Κύριος κατέλιπεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ δύναμαι πεῖσαι ἐμαυτόν, ὅτι ἄνευ τῆς ἐν ἀλλήλοις ἀγάπης καὶ ἄνευ τοῦ, τὸ εἰς ἐμὲ ἧκον, εἰρηνεύειν πρὸς πάντας δύναμαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ. πολὺν μὲν γὰρ ἀνέμεινα χρόνον, εἴ ποτε καὶ παρὰ τῆς ὑμετέρας ἀγάπης γένηται τις πρὸς ἡμᾶς ἐπισκέψις. οὐ γὰρ ἀγνοεῖτε ὅτι δημοσίᾳ προκείμενοι πᾶσιν, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβεβλημένοι σκόπελοι, ἡμεῖς τὸν θυμὸν τῶν αἱρετικῶν κυμάτων ὑποδεχόμεθα, καὶ περὶ ἡμᾶς ῥηγνύμενοι, τὰ κατόπιν ἡμῶν οὐκ ἐπικλύζουσι. τὸ δὲ ἡμεῖς ὅταν εἴπω, οὐκ εἰς τὴν ἀνθρωπίνην ἀναφέρω δύναμιν, ἀλλʼ εἰς τὴν τοῦ Θεοῦ χάριν, τοῦ ἐν τῇ ἀσθενείᾳ τῶν ἀνθρώπων τὸ δυνατὸν ἑαυτοῦ δεικνύντος, καθά φησιν ὁ προφήτης ἐκ προσώπου Κυρίου λέγων· ἢ ἐμὲ οὐ φοβηθήσεσθε, τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ; τῷ γὰρ ἀσθενεστάτῳ πάντων καὶ εὐκαταφρονήτῳ πράγματι, τῇ ψάμμῳ, τὴν μεγάλην καὶ βαρεῖαν θάλασσαν ἐπέδησεν ὁ δυνατός. ἐπεὶ οὖν τοιοῦτόν τι ἐστὶ καὶ τὸ καθʼ ἡμᾶς, ἀκόλουθον ἦν παρὰ τῆς ὑμετέρας ἀγάπης καὶ τῶν γνησίων τινὰς ἀποστέλλεσθαι συνεχῶς εἰς ἐπίσκεψιν ἡμῶν τῶν καταπονουμένων, καὶ γράμματα ἀγαπητικὰ φοιτᾷν πρὸς ἡμᾶς συνεχέστερον, τοῦτο μὲν στηρίζοντα ἡμῶν τὴν προθυμίαν, τοῦτο δέ, καὶ εἴ τι σφαλλόμεθα, ἐπανορθούμενα. οὐκ ἀρνούμεθα γὰρ μυρίοις σφάλμασιν ὑποκεῖσθαι, ἄνθρωποι ὄντες καὶ ἐν σαρκὶ ζῶντες.