204
Πολὺν χρόνον ἀπεσιωπήσαμεν πρὸς ἀλλήλους, ἀδελφοὶ τιμιώτατοι ἡμῖν καὶ περιπόθητοι, ὥσπερ οἱ πρὸς ὀργὴν διαναστάντες. καίτοι τίς οὕτω βαρύμηνις καὶ δυσδιάλλακτος τῷ λελυπηκότι, ὥστε ὅλῃ σχεδὸν ἀνθρώπου γενεᾷ τὴν ἐκ τοῦ μίσους ὀργὴν συμπαρεκτεῖναι; ὃ περὶ ἡμᾶς ἐστιν ἰδεῖν γινόμενον, οὐδεμιᾶς τοῦ διεζεῦχθαι δικαίας ἀφορμῆς ὑπαρχούσης, οὐκοῦν ὅσα γε ἴσμεν αὐτοί, ἀλλὰ τὸ ἐναντίον, πολλῶν καὶ μεγάλων πρὸς τὴν ἄκραν ἡμῖν φιλίαν καὶ ἕνωσιν ἐνυπαρχόντων τὸ ἐξ ἀρχῆς· ἑνὸς μὲν τοῦ μεγίστου καὶ πρώτου, τῆς ἐντολῆς τοῦ Κυρίου διαρρήδην εἰπόντος, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ πάλιν τοῦ Ἀποστόλου σαφῶς τὸ τῆς ἀγάπης καλὸν παριστῶντος ἡμῖν, τοῦτο μὲν ἐν οἷς ἀποφαίνεται πλήρωμα νόμου εἶναι τὴν ἀγάπην, τοῦτο δὲ ὅταν προτίθησι πάντων ὁμοῦ τῶν μεγάλων τὸ τῆς ἀγάπης καλόν, ἐν οἷς φησιν· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾷν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· οὐχ ὡς δυναμένου ποτὲ τῶν ἀπηριθμημένων ἑκάστου δίχα τῆς ἀγάπης ἐνεργηθῆναι, ἀλλὰ βουλομένου τοῦ ἁγίου, ὡς αὐτὸς εἶπε, τῷ καθʼ ὑπερβολὴν τρόπῳ τὴν κατὰ πάντων ὑπεροχὴν προσμαρτυρῆσαι τῇ ἐντολῇ.