204
Δεύτερον δέ, ὅτι εἴ τι μέγα συμβάλλεται πρὸς συνάφειαν καὶ τὸ τῶν αὐτῶν μετασχεῖν διδασκάλων, οἱ αὐτοὶ ὑμῖν τέ εἰσι καὶ ἡμῖν διδάσκαλοί τε τῶν μυστηρίων τοῦ Θεοῦ, καὶ πατέρες πνευματικοί, οἱ ἐξ ἀρχῆς τὴν Ἐκκλησίαν τὴν ὑμετέραν θεμελιώσαντες. Γρηγόριον λέγω τὸν πάνυ, καὶ ὅσοι ἐφεξῆς ἐκείνῳ τῆς παρʼ ὑμῖν ἐπισκοπῆς τὸν θρόνον διαδεξάμενοι, ἄλλος ἐπʼ ἄλλῳ ὥσπερ τινὲς ἀστέρες ἐπανατέλλοντες, κατὰ τῶν αὐτῶν ἰχνῶν ἐπέβησαν, ὥστε διάγνωστα καταλιπεῖν τῆς κατʼ οὐρανὸν πολιτείας τὰ σημεῖα τοῖς βουλομένοις. εἰ δὲ καὶ αἱ σωματικαὶ οἰκειότητες οὐκ ἀπόβλητοι, ἀλλὰ καὶ μέγα συμβαλλόμεναι πρὸς ἀρραγῆ συνάφειαν καὶ κοινωνίαν βίου, καὶ ταῦτα ἡμῖν ὑπῆρξε πρὸς ὑμᾶς τὰ δίκαια. τίνος οὖν ἕνεκεν, ὦ σεμνοτάτη πόλεων (δι’ ὑμῶν γὰρ τῇ πόλει πάσῃ διαλέγομαι), οὐ γράμμα ἥμερον αὐτόθεν, οὐ φωνὴ δεξιά, ἀλλʼ ἤνοικται μὲν ὑμῶν τὰ ὦτα τοῖς διαβάλλειν ἐπιχειροῦσιν; ὥστε τοσοῦτον πλέον στενάζειν ὀφείλω, ὅσῳπερ ἂν μᾶλλον ἴδω τὸ σπουδαζόμενον αὐτοῖς κατορθούμενον· ἐπειδὴ τὸ τῆς διαβολῆς ἔργον φανερὸν ἔχει τὸν καθηγούμενον, ὅς ἀπὸ πολλῶν ὑπάρχων ἀδικημάτων γνώριμος, ἀπὸ ταύτης μάλιστα τῆς πονηρίας χαρακτηρίζεται, ὥστε καὶ ὄνομα αὐτῷ γενέσθαι τὴν ἁμαρτίαν. πλὴν ἀλλʼ ὑμεῖς ἀνάσχεσθέ μου τῆς παρρησίας· ἀμφοτέρας τὰς ἀκοὰς τοῖς διαβάλλουσιν ἡμᾶς ἀναπετάσαντες, πάντα ἀνεξετάστως ταῖς ψυχαῖς παραδέχεσθε· καὶ οὐδεὶς ὁ τοῦ ἀληθοῦς τὸ ψεῦδος φυλοκρινῶν. τίς ἠπόρησέ ποτε πονηρῶν ἐγκλημάτων μόνος ἀγωνιζόμενος; τίς ἠλέγχθη ψευδόμενος μὴ παρόντος τοῦ συκοφαντουμένου; ποῖον ῥῆμα οὐκ ἔστι πιθανὸν τοῖς ἀκούουσιν, ἐὰν ὁ μὲν λοίδορος διατείνηται, ἦ μὴν οὕτως ἔχειν, ὁ δὲ λοιδορούμενος μήτε παρῇ, μήτε ἐπακούῃ τῶν βλασφημιῶν; οὐδὲ αὐτὴ ἡ τοῦ βίου συνήθεια παιδεύει ὑμᾶς πρὸς ταῦτα, ὅτι δεῖ τὸν μέλλοντα ἴσον καὶ κοινὸν ἀκροατὴν γενήσεσθαι, μὴ ὅλον ἀπάγεσθαι παρὰ τοῦ προλαβόντος, ἀλλʼ ἀναμένειν καὶ τὴν ἀπολογίαν τοῦ ἐναγομένου, ἵνʼ οὕτως ἐκ τῆς παραθέσεως ἑκατέρων τῶν λόγων διαδειχθῇ ἡ ἀλήθεια; κρῖμα δίκαιον κρίνατε πρόσταγμά ἐστιν ἓν τῶν ἀναγκαιοτάτων εἰς σωτηρίαν.