204
Καὶ ταῦτα λέγω, οὐκ ἐπιλελησμένος τῶν ἀποστολικῶν ῥημάτων, ὅτι φεύγων ἐκεῖνος τὰ ἀνθρώπινα κριτήρια, ὅλον ἑαυτοῦ τὸν βίον ταῖς εὐθύναις τοῦ ἀνεξαπατήτου δικαστηρίου ἐταμιεύετο ἐν οἷς φησιν· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. ἀλλʼ ὅμως ἐπειδὴ προλαβοῦσαι διαβολαὶ ψευδεῖς κατέσχον ὑμῶν τὰς ἀκοάς, καὶ διαβέβληται μὲν ἡμῶν ὁ βίος, διαβέβληται δὲ ἡ περὶ τὸν Θεὸν ἡμῶν πίστις, εἰδὼς ὅτι τρισὶν ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται ὁ διαβάλλων· τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ, καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ, καὶ ἑαυτόν· τῆς μὲν ἐμαυτοῦ βλάβης κἂν ἀπεσιώπησα, εὖ ἴστε, οὐ καταφρονῶν τῆς παρʼ ὑμῖν ὑπολήψεως,(πῶς γὰρ ὅς γε ἵνα μὴ ταύτην ζημιωθῶ, ταῦτα ἐπιστέλλω καὶ ἀγωνίζομαι νῦν;) ἀλλʼ ὁρῶν ὅτι ἐν τρισὶ τοῖς βλαπτομένοις ὁ τὰ ἐλάττονα ζημιούμενος εἰμὶ ἐγώ. ἐγὼ μὲν γὰρ ὑμᾶς ἀποστεροῦμαι, ὑμεῖς δὲ τὴν ἀλήθειαν ἀφαιρεῖσθε· καὶ ὁ τούτων αἴτιος ἐμὲ μὲν ὑμῶν διίστησιν, ἑαυτὸν δέ ἀλλοτριοῖ τοῦ Κυρίου· διότι οὐκ ἔστι Θεῷ ἐκ τῶν ἀπηγορευμένων οἰκειωθῆναι. ὑμῶν οὖν μᾶλλον ἕνεκεν ἢ ἐμαυτοῦ ποιοῦμαι τοὺς λόγους, καὶ τοῦ ὑμᾶς ἐξελέσθαι βλάβης οὐκ ἀνεκτῆς. τί γὰρ ἂν καὶ μεῖζον πάθοι κακόν τις τὸ τιμιώτατον τῶν ὄντων ζημιωθείς, τὴν ἀλήθειαν;