204
Εἰ δὲ περὶ πίστιν τὸ σφάλμα, δειχθήτω ἡμῖν ἡ συγγραφή· πάλιν ἴσον καὶ κοινὸν κριτήριον καθισάτω. ἀναγνωσθήτω τὸ ἔγκλημα. δοκιμασθήτω, εἰ μὴ ἀγνοίᾳ τοῦ ἐγκαλοῦντος ἔγκλημα εἶναι δοκεῖ μᾶλλον, ἢ τῇ ἑαυτοῦ φύσει κατεγνωσμένον ἐστὶ τὸ γράμμα. πολλὰ γὰρ τῶν καλῶν οὐ δοκεῖ εἶναι τοιαῦτα τοῖς τὸ κριτήριον τῆς διανοίας οὐκ ἀκριβὲς κεκτημένοις. ἐπεὶ καὶ τὰ ἰσοβαρῆ τῶν ὄγκων οὐκ ἶσα εἶναι δοκεῖ, ὅταν μὴ ἰσορρόπως ἔχωσι πρὸς ἀλλήλας αἱ πλάστιγγες. καὶ τὸ μέλι ἤδη πικρόν τισι κατεφάνη, τὴν γευστικὴν αἴσθησιν ὑπὸ τοῦ πάθους διεφθαρμένοις. ἀλλὰ καὶ ὀφθαλμὸς οὐχ ὑγιῶς ἔχων πολλὰ μὲν τῶν ὄντων οὐκ εἶδε, πολλὰ δὲ τῶν οὐκ ὄντων ὑπέθετο. καὶ τοίνυν καὶ ἐπὶ τῆς τῶν λόγων δυνάμεως τὸ ἴσον ὁρῶ πολλάκις γινόμενον, ὅταν τῆς τῶν συγγραψαμένων ἕξεως ὁ κριτὴς ἀπολιμπάνηται. δεῖ γὰρ σχεδὸν ἐκ τῆς αὐτῆς παρασκευῆς ὡρμῆσθαι τόν τε κρίνοντα τοὺς λόγους καὶ τὸν συγγράφοντα. ἢ τὰ μὲν γεωργίας ἔργα οὐ δυνατός ἐστι κρίνειν ὅ γε μὴ γεωργικός, καὶ τὸ ἐκμελές τε καὶ ἐμμελὲς τῶν κατὰ μουσικὴν ῥυθμῶν οὐ διαγνώσεται ὁ μὴ τὴν ἐπιστήμην ἔχων τῆς μουσικῆς· λόγων δὲ κριτὴς εὐθὺς ὁ βουλόμενος ἔσται, ὁ μήτε διδάσκαλον ἔχων ἑαυτοῦ δεικνύναι, οὔτε χρόνον ἐν ᾧ μεμάθηκεν, οὔτε ὅλως ἐπαΐων τι μικρὸν ἢ μεῖζον τῶν περὶ λόγους. ἐγὼ δὲ ὁρῶ, ὅτι καὶ ἐν τοῖς λογίοις τοῦ Πνεύματος οὐ παντὶ ἐξῆν ἐπιβάλλειν τῇ ἐξετάσει τῶν εἰρημένων, ἀλλὰ τῷ ἔχοντι τὸ Πνεῦμα τῆς διακρίσεως, καθὼς ἐδίδαξεν ἡμᾶς ὁ ἀπόστολος, ἐν ταῖς διαιρέσεσι τῶν χαρισμάτων εἰπών· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεῦματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων. ὥστε εἰ μὲν πνευματικὰ τὰ ἡμέτερα, δεικνύτω ἑαυτὸν ἔχοντα τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευματικῶν ὁ τὰ ἡμέτερα κρίνειν βουλόμενος· εἰ δέ, ὡς αὐτὸς λοιδορεῖ, ἀπὸ τῆς σοφίας ἐστὶ τοῦ κόσμου τούτου, δειξάτω ἑαυτὸν ἔμπειρον τῆς σοφίας τοῦ κόσμου, καὶ τότε αὐτῷ τὰς ψήφους τῆς κρίσεως ἐπιτρέψομεν. καὶ μηδεὶς οἰέσθω ταῦτα πρὸς ἀποφυγὴν τῶν ἐλέγχων ἐπινοεῖσθαι παρʼ ἡμῶν. ὑμῖν γὰρ ἐπιτρέπω, ποθεινότατοι ἀδελφοί, ἐφʼ ἑαυτῶν ποιήσασθαι τῶν ἐγκαλουμένων ἡμῖν τὴν ἐξέτασιν. οὕτως ἐστὲ βραδεῖς τὴν διάνοιαν, ὥστε πάντων δεῖσθαι τῶν συνηγόρων πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν; ἀλλʼ ἐὰν μὲν ἀναντίρρητα ὑμῖν φανῇ ἐφʼ ἑαυτῶν, πείσατε τοὺς ἐρεσχελοῦντας ἀφέσθαι πάσης φιλονεικίας· ἐὰν δέ τι δοκεῖ καὶ ἀμφίβολον ἔχειν, ἐρωτήσατε ἡμᾶς διά τινων μεσιτῶν δυναμένων πιστῶς διακονήσασθαι τὰ ἡμέτερα· ἢ καὶ ἐγγράφους, εἰ δοκεῖ, ἀπαιτήσατε ἡμᾶς τὰς ἀποδεῖξεις. πάντως δὲ παντὶ τρόπῳ σπουδάσατε μὴ ἀνεξέταστα ταῦτα καταλιπεῖν.