207
Ἡ μὲν συμφωνία τοῦ καθʼ ἡμῶν μίσους, καὶ τὸ μέχρις ἑνὸς πάντας ἀκολουθῆσαι τῷ προεστῶτι τοῦ καθʼ ἡμῶν πολέμου, ἔπειθέ με ὁμοίως ἀποσιωπᾷν πρὸς ἅπαντας, καὶ μήτε γράμματος φιλικοῦ μήτε τινὸς ὁμιλίας κατάρχειν, ἀλλʼ ἐν ἡσυχίᾳ πέττειν τὴν ἐμαυτοῦ λύπην· ἐπειδὴ δὲ χρὴ πρὸς τὰς διαβολὰς μὴ ἀποσιωπᾷν, οὐχ ἵνα διὰ τῆς ἀντιλογίας ἡμᾶς αὐτοὺς ἐκδικῶμεν, ἀλλʼ ἵνα μὴ συγχωρήσωμεν εὐοδωθῆναι τῷ ψεύδει καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ, ἀναγκαῖον ἐφάνη μοι καὶ τοῦτο προθεῖναι τοῖς πᾶσι, καὶ ἐπιστεῖλαι ὑμῶν τῇ συνέσει, εἰ καὶ ὅτι πρώην κοινῇ παντὶ τῷ πρεσβυτερίῳ γράψας, οὐδεμιᾶς παρʼ ὑμῶν ἀποκρίσεως ἠξιώθην. μὴ κολακεύετε, ὦ ἀδελφοί, τοὺς τὰ πονηρὰ δόγματα ταῖς ψυχαῖς ὑμῶν ἐπάγοντας· μηδὲ καταδέξησθε περιορᾷν ἐν γνώσει ὑμετέρᾳ τὸν λαὸν τοῦ Θεοῦ διὰ τῶν ἀσεβῶν διδαγμάτων καταστρεφόμενον. Σαβέλλιος ὁ Λίβυς καὶ Μάρκελλος ὁ Γαλάτης μόνοι ἐκ πάντων ἐτόλμησαν καὶ διδάξαι ταῦτα καὶ γράψαι, ἅπερ νῦν παρʼ ὑμῖν ὡς ἴδια ἑαυτῶν εὑρήματα ἐπιχειροῦσι προφέρειν οἱ καθηγούμενοι τοῦ λαοῦ, βαμβαίνοντες τῇ γλώσσῃ, καὶ οὐδὲ εἰς πιθανὴν κατασκευὴν ἄγειν τὰ σοφίσματα ταῦτα καὶ τοὺς παραλογισμοὺς ἐξαρκοῦντες. οὗτοι ῥητὰ καὶ ἄρρητα καθʼ ἡμῶν δημηγοροῦσι, καὶ πάντα τρόπον τὰς συντυχίας ἡμῶν ἐκκλίνουσι. τίνος ἕνεκεν; οὐχὶ τὸν ἐπὶ τοῖς πονηροῖς δόγμασιν ἑαυτῶν ἔλεγχον ὑφορώμενοι; οἵ γε ἐπὶ τοσοῦτον ἡμῶν κατηναισχύντησαν, ὥστε καὶ ὀνείρους τινὰς ἐφʼ ἡμᾶς συμπλάσαι, διαβάλλοντες ἡμῶν τὰς διδασκαλίας ὡς βλαβεράς· οἳ κἂν πάντα τὰ τῶν φυλλοχόων μηνῶν φαντάσματα ταῖς ἑαυτῶν κεφαλαῖς ὑποδέξωνται, οὐδεμίαν ἡμῖν βλασφημίαν δυνήσονται προστρίψασθαι, πολλῶν ὄντων τῶν ἐφʼ ἑκάστης ἐκκλησίας μαρτυρούντων τῇ ἀληθείᾳ.