207
Κἂν τὴν αἰτίαν ἐρωτηθῶσι τοῦ ἀκηρύκτου τούτου καὶ ἀσπόνδου πολέμου, ψαλμοὺς λέγουσι καὶ τρόπον μελῳδίας τῆς παρʼ ὑμῖν κεκρατηκυίας συνηθείας παρηλλαγμένον, καὶ τοιαῦτά τινα, ἐφʼ οἷς ἐχρῆν αὐτοὺς ἐγκαλύπτεσθαι. ἐγκαλούμεθα δέ, ὅτι καὶ ἀνθρώπους ἔχομεν τῆς εὐσεβείας ἀσκητάς, ἀποταξαμένους τῷ κόσμῳ καὶ πάσαις ταῖς βιωτικαῖς μερίμναις, ἃς ἀκάνθαις παρεικάζει ὁ Κύριος, εἰς καρποφορίαν ἐλθεῖν τὸν λόγον μὴ συγχωρούσαις. οἱ τοιοῦτοι τὴν νεκρότητα τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρουσι· καὶ ἄραντες τὸν ἑαυτῶν σταυρὸν ἕπονται τῷ Θεῷ. ἐγὼ δὲ παντὸς ἂν τιμησαίμην τοῦ ἐμαυτοῦ βίου, ἐμὰ εἶναι τὰ ἀδικήματα ταῦτα, καὶ ἔχειν ἄνδρας παρʼ ἐμαυτῷ, ὑπʼ ἐμοὶ διδασκάλῳ, τὴν ἄσκησιν ταύτην προελομένους. νῦν δὲ ἐν Αἰγύπτῳ μὲν ἀκούω τοιαύτην εἶναι ἀνδρῶν ἀρετήν· καὶ τάχα τινὲς καὶ ἐπὶ τῆς Παλαιστίνης τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν κατορθοῦσιν. ἀκούω δέ τινας καὶ ἐπὶ τῆς Μέσης τῶν ποταμῶν τελείους καὶ μακαρίους ἄνδρας. ἡμεῖς δὲ παῖδές ἐσμεν πρός γε τὴν τῶν τελείων σύγκρισιν. εἰ δὲ καὶ γυναῖκες εὐαγγελικῶς ζῇν προελόμεναι, παρθενίαν μὲν γάμου προτιμῶσαι, δουλαγωγοῦσαι δὲ τὸ φρόνημα τῆς σαρκός, καὶ ἐν πένθει ζῶσαι τῷ μακαριζομένῳ, μακάριαι τῆς προαιρέσεως, ὅπου ἂν ὦσι τῆς γῆς. παρὰ δὲ ἡμῖν μικρὰ ταῦτα, στοιχουμένων ἔτι καὶ εἰσαγομένων πρὸς τὴν εὐσέβειαν. εἰ δέ τινα ἀκοσμίαν τῷ βίῳ τῶν γυναικῶν ἐπιφέρουσιν, ἀπολογεῖσθαι μὲν ὑπὲρ αὐτῶν οὐ καταδέχομαι· ἐκεῖνο δὲ ὑμῖν διαμαρτύρομαι, ὅτι ἃ μέχρι νῦν ὁ Σατανᾶς ὁ πατὴρ τοῦ ψεύδους εἰπεῖν οὐ κατεδέξατο, ταῦτα αἱ ἄφοβοι καρδίαι καὶ τὰ ἀχαλίνωτα στόματα ἀεὶ φθέγγεται ἀδεῶς. γινώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι ἡμεῖς εὐχόμεθα καὶ ἀνδρῶν καὶ γυναικῶν συντάγματα ἔχειν, ὧν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, τῶν τὴν σάρκα σταυρωσάντων σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, οἳ οὐ μεριμνῶσι περὶ βρωμάτων καὶ ἐνδυμάτων, ἀλλʼ ἀπερίσπαστοι ὄντες καὶ εὐπάρεδροι τῷ Κυρίῳ, νυκτὸς καὶ ἡμέρας προσμένουσι ταῖς δεήσεσιν. ὧν τὸ στόμα οὐ λαλεῖ τὰ ἔργα τῶν ἀνθρώπων, ἀλλὰ ψάλλουσιν ὕμνους τῷ Θεῷ ἡμῶν διηνεκῶς, ἐργαζόμενοι ταῖς ἑαυτῶν χερσίν, ἵνα ἔχωσι μεταδιδόναι τοῖς χρείαν ἔχουσι.