210
Ὅλως μὲν οὐδὲν ἐδεόμην τὴν ἐμαυτοῦ γνώμην δημοσιεύειν ὑμῖν, οὐδὲ τὰς αἰτίας λέγειν, δι’ ἃς νῦν ἐγὼ ἐπὶ τῶν τόπων εἰμὶ τούτων· καὶ γὰρ οὐδὲ ἄλλως τῶν φανητιώντων ἐγώ, οὐδὲ τὸ πρᾶγμα τοσούτων μαρτύρων ἄξιον. ἀλλʼ, οἶμαι, οὐχ ἃ βουλόμεθα ποιοῦμεν, ἀλλʼ ἐφʼ ἃ προκαλοῦνται ἡμᾶς οἱ καθηγούμενοι. ἐπεὶ· ἔμοιγε τὸ παντελῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται ἢ τοῖς φιλοδόξοις τὸ διαφαίνεσθαι. ἐπεὶ δὲ πάντων, ὡς ἀκούω, τῶν κατὰ τὴν ὑμετέραν πόλιν τὰ ὦτα διατεθρύλληται, καὶ εἰσί τινες λογοποιοί, δημιουργοὶ τοῦ ψεύδους, πρὸς αὐτὸ τοῦτο μεμισθωμένοι, οἳ τὰ ἐμὰ ὑμῖν ἐξηγοῦνται, οὐκ ᾠήθην δεῖν περιιδεῖν ὑμᾶς γνώμῃ πονηρᾷ καὶ φωνῇ ῥυπώσῃ δίδασκομένους, ἀλλʼ αὐτὸς εἰπεῖν τὰ ἐμαυτοῦ ὅπως ἔχει. ἐγὼ καὶ διὰ τὴν ἐκ παιδός μοι πρὸς τὸ χωρίον τοῦτο συνήθειαν (ἐνταῦθα γὰρ ἐτράφην παρὰ τῇ ἐμαυτοῦ τίτθῃ), καὶ διὰ τὴν μετὰ ταῦτα ἐπὶ πλεῖστον διατριβήν, ὅτε φεύγων τοὺς πολιτικοὺς θορύβους, ἐπιτήδειον ἐμφιλοσοφῆσαι διὰ τὴν ἐκ τῆς ἐρημίας ἡσυχίαν τὸ χωρίον τοῦτο καταμαθών, πολλῶν ἐτῶν ἐφεξῆς ἐνδιέτριψα χρόνον, καὶ διὰ τὴν νῦν τῶν ἀδελφῶν ἐνοίκησιν, βραχείας ἀναπνοῆς ἐκ τῶν κατεχουσῶν ἡμᾶς ἀσχολιῶν ἐπιτυχών, ἄσμενος ἦλθον ἐπὶ τὴν ἐσχατιὰν ταύτην, οὐχ ὡς ἑτέροις ἐντεῦθεν πράγματα παρέξων, ἀλλʼ ὡς αὐτὸς τὴν ἐμαυτοῦ θεραπεύσων ἐπιθυμίαν.