210
Τί οὖν χρὴ πρὸς ὀνείρους καταφεύγειν, καὶ ὀνειροσκόπους μισθοῦσθαι, καὶ ἐν ταῖς πανδήμοις ἑστιάσεσιν ἡμᾶς ποιεῖσθαι παροίνιον διήγημα; ἐγὼ γάρ, εἰ καὶ παρʼ ἄλλοις τισὶν ἦσαν αἱ διαβολαί, ὑμᾶς ἂν τῆς ἐμαυτοῦ γνώμης μάρτυρας παρεστησάμην. καὶ νῦν ἀξιῶ αὐτῶν ἕκαστον τῶν παλαιῶν ἐκείνων ἀναμνησθῆναι, ὅτε ἐκάλει μὲν ἡμᾶς ἡ πόλις ἐπὶ τὴν τῶν νέων ἐπιμέλειαν, πρεσβεία δὲ παρῆν τῶν παρʼ ὑμῖν ἀνδρῶν οἱ ἐν τέλει· μετὰ δὲ ταῦτα, ὅπως πανδημεὶ πάντες περιχυθέντες ἡμᾶς, τί μὲν οὐχὶ διδόντες; τί δὲ οὐχ ὑπισχνούμενοι; ὅμως κατασχεῖν ἡμᾶς οὐκ ἠδυνήθησαν. πῶς οὖν ὁ τότε καλούμενος οὐχ ὑπακούων, νῦν ἐπεχείρουν ἂν ἄκλητος εἰσωθίζεσθαι; πῶς δὲ ὁ τοὺς ἐπαινοῦντάς με καὶ θαυμάζοντας ἀποφεύγων, ἔμελλον ἂν νῦν διώκειν τοὺς διαβάλλοντας; μὴ οἰηθῆτε, ὦ ἄριστοι· οὐχ οὕτως εὔωνα τὰ ἡμέτερα. οὔτε γὰρ ἄν τις ἀκυβερνήτου πλοίου σωφρονῶν ἐπιβαίη, οὔτε ἐκκλησίᾳ παραβάλοι, ᾗ τὸν κλύδωνα καὶ τὴν ζάλην αὐτοὶ οἱ ἐπὶ τῶν οἰακῶν καθεζόμενοι ἐμποιοῦσι. πόθεν γὰρ γέγονε θορύβου πλήρης ἡ πόλις, ὅτε οἱ μὲν ἔφευγον, οὐδενὸς διώκοντος, οἱ δὲ ὑπεξῄεσαν, οὐδενὸς ἐπιόντος· χρησμολόγοι δὲ καὶ ὀνειροσκόποι πάντες ἐμορμολύττοντο; πόθεν ἄλλοθεν ταῦτα; ἢ οὐχὶ καὶ παιδὶ γνώριμον, ὅτι ἐκ τῶν ἡγουμένων τοῦ πλήθους; ὧν τὰς αἰτίας τῆς ἔχθρας ἐμοὶ μὲν οὐκ εὐπρεπὲς λέγειν, ὑμῖν δὲ συνορᾷν καὶ πάνυ ῥᾴδιον. ὅταν γὰρ ἡ μὲν πικρία καὶ ἡ διάστασις μηδεμίαν ἔχοι ὑπερβολὴν εἰς χαλεπότητα, ἡ δὲ τῆς αἰτίας ἐξήγησις ἀνυπόστατος παντελῶς καὶ καταγέλαστος ᾖ, δῆλόν ἐστι τῆς ψυχῆς τὸ ἀρρώστημα, ἀλλοτρίοις μὲν ἀγαθοῖς ἐπισυμβαῖνον, οἰκεῖον δὲ καὶ πρῶτον κακὸν ὑπάρχον τῷ κεκτημένῳ. οἷς καὶ ἄλλο δή τι χάριεν πρόσεστιν. ἀμυσσόμενοι γὰρ ἐν τῷ βάθει καὶ ὀδυνώμενοι, ἐκλαλῆσαι τὴν συμφορὰν ὑπὸ τῆς αἰσχύνης οὐκ ἐπιτρέπονται. τοῦτο μὲν οὖν οὐκ ἐκ τῶν πρὸς ἡμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ λοιποῦ βίου γνώριμόν ἐστι τῆς ψυχῆς αὐτῶν τὸ πάθημα· εἰ δὲ καὶ ἀγνοοῖτο, οὐ μεγάλη ζημία τοῖς πράγμασι. τὴν δὲ ἀληθεστάτην αἰτίαν δι’ ἣν φευκτὴν ἡμῶν τὴν συντυχίαν τίθενται, λανθάνουσαν ἴσως τοὺς πολλοὺς ὑμῶν, ἐγὼ διδάξω. ἀλλʼ ἀκούσατε.