210
Πίστεως διαστροφὴ παρʼ ὑμῖν μελετᾶται, ἐχθρὰ μὲν τοῖς ἀποστολικοῖς καὶ εὐαγγελικοῖς δόγμασιν, ἐχθρὰ δὲ τῇ παραδόσει τοῦ μεγάλου ὡς ἀληθῶς· Γρηγορίου καὶ τῶν ἐφεξῆς ἀπʼ ἐκείνου μέχρι τοῦ μακαρίου Μουσωνίου· οὗ τὰ διδάγματα ἔναυλα ὑμῖν ἐστιν ἔτι καὶ νῦν δηλονότι. τὸ γὰρ τοῦ Σαβελλίου κακόν, πάλαι μὲν κινηθέν, καταβεσθὲν δὲ τῇ παραδόσει τοῦ μεγάλου, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι, οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθʼ ἡμῶν ὀνείρους πλάττοντες. ἀλλʼ ὑμεῖς τὰς οἰνοβαρεῖς κεφαλάς, ἃς ὁ ἐκ τῆς κραιπάλης ἀναφερόμενος ἀτμός, εἶτα ἐγκυμαίνων, καταφαντάζει, χαίρειν ἀφέντες, παρὰ τῶν ἐγρηγορότων ἡμῶν, καὶ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυναμένων ἡσυχάζειν, τὴν βλάβην ὑμῶν ἀκούσατε. Ἰουδαισμός ἐστιν ὁ Σαβελλισμός, ἐν προσχήματι Χριστιανισμοῦ τῷ εὐαγγελικῷ κηρύγματι ἐπεισαγόμενος. ὁ γὰρ ἓν πρᾶγμα πολυπρόσωπον λέγων Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ μίαν τῶν τριῶν τὴν ὑπόστασιν ἐκτιθέμενος, τί ἄλλο ποιεῖ, ἢ οὐχὶ ἀρνεῖται μὲν τὴν προαιώνιον τοῦ Μονογενοῦς ὕπαρξιν; ἀρνεῖται δὲ καὶ τὴν οἰκονομικὴν αὐτοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν, τὴν εἰς ᾄδου κάθοδον, τὴν ἀνάστασιν, τὴν κρίσιν· ἀρνεῖται δὲ καὶ τὰς ἰδιαζούσας τοῦ Πνεύματος ἐνεργείας. παρὰ δὲ ὑμῖν νῦν καὶ νεανικώτερα ἀκούω τολμᾶσθαι τοῦ ματαιόφρονος Σαβελλίου. λέγουσι γάρ, ὡς οἱ ἀκηκοότες φασί, διατείνεσθαι τοὺς παρʼ ὑμῖν σοφοὺς καὶ λέγειν, ὅτι ὄνομα τοῦ Μονογενοῦς οὐ παραδέδοται, ὄνομα δὲ τοῦ ἀντικειμένου ἐστί· καὶ ἐπὶ τούτῳ γάννυσθαι μέν, καὶ μέγα φρονεῖν, ὡς ἐπὶ οἰκείῳ εὑρήματι. εἴρηται γάρ, φησίν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐλάβετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. καὶ διὰ τὸ εἰρῆσθαι, Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, δῆλόν ἐστι, φασίν, ὅτι ἕν ἐστιν ὄνομα. οὐ γὰρ εἴρηται εἰς τὰ ὀνόματα ἀλλʼ εἰς τὸ ὄνομα.