210
Ταῦτα ἐρυθριῶν ἔγραφον ὑμῖν, ὅτι ἀφʼ αἵματος ἡμετέρου εἰσὶν οἱ τούτοις ἔνοχοι, καὶ καταστενάζω τῆς ἐμαυτοῦ ψυχῆς, ὅτι ἀναγκάζομαι, ὥσπερ οἱ πρὸς δύο πυκτεύοντες, τὰς ἐφʼ ἑκάτερα τοῦ λόγου παρατροπὰς κρούων τοῖς ἐλέγχοις καὶ καταβάλλων, τὴν προσήκουσαν ἰσχὺν ἀποδιδόναι τῇ ἀληθείᾳ. ἐντεῦθεν γὰρ ὁ Ἀνόμοιος ἡμᾶς σπαράσσει, ἑτέρωθεν δέ, ὡς ἔοικεν, ὁ Σαβέλλιος. ἀλλʼ ὑμᾶς παρακαλῶ, τοῖς βδελυροῖς τούτοις καὶ μηδένα παρατρέψαι δυναμένοις σοφίσμασι μὴ προσέχειν τὸν νοῦν, εἰδέναι δέ, ὅτι ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ ὑπὲρ πᾶν ὄνομα, αὐτὸ τὸ καλεῖσθαι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, καὶ κατὰ τὸν Πέτρου λόγον· Οὐδέ ἐστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανόν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. πρὸς δὲ τό, ὅτι Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἐκεῖνο εἰδέναι χρή, ὅτι ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν ἐπιγραφόμενος τὸν Πατέρα, ταῦτα λέγει. εἰ δὲ εἴρηται, Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οὐ παρὰ τοῦτο χρὴ νομίζειν ἓν ἡμῖν ὄνομα παραδεδόσθαι. ὡς γὰρ ὁ εἰπὼν Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τρία μὲν εἶπεν ὀνόματα, συνέδησε δὲ αὐτὰ ἀλλήλοις διὰ τῆς καὶ συλλαβῆς· οὕτως ὁ εἰπὼν ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, τρία εἰπών, συνέπλεξεν αὐτὰ τῷ συνδέσμῳ, ἑκάστῳ ὀνόματι ἴδιον ὑποβεβλῆσθαι τὸ σημαινόμενον ἐκδιδάσκων, διότι πραγμάτων ἐστὶ σημαντικὰ τὰ ὀνόματα. τὰ δὲ πράγματα ἰδιάζουσαν καὶ αὐτοτελῆ τὴν ὕπαρξιν ἔχειν οὐδεὶς τῶν καὶ μικρὸν μετεχόντων τοῦ φρονεῖν ἀμφιβάλλει. πατρὸς γὰρ καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος φύσις μὲν ἡ αὐτή, καὶ θεότης μία· ὀνόματα δὲ διάφορα, περιωρισμένας καὶ ἀπηρτισμένας τὰς ἐννοίας ἡμῖν παριστῶντα. ἀμήχανον γάρ, μὴ ἐν τοῖς ἑκάστου ἰδιώμασι τὴν διάνοιαν γενομένην ἀσύγχυτον, δυνηθῆναι Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τὴν δοξολογίαν ἀποπληρῶσαι. ἐὰν μὲν οὖν ἀρνῶνται μὴ λέγειν ταῦτα, μηδὲ διδάσκειν οὕτω, κατώρθωται ἡμῖν τὰ σπουδαζόμενα. καίτοι χαλεπὴν αὐτοῖς οὖσαν ὁρῶ τὴν ἄρνησιν, διὰ τὸ πολλοὺς ἔχειν τῶν λόγων τούτων τοὺς μάρτυρας. πλὴν ἀλλʼ οὐ σκοποῦμεν τὰ παρελθόντα, τὰ παρόντα μόνον ὑγιαινέτωσαν. ἐὰν δὲ τοῖς αὐτοῖς ἐπιμένωσιν, ἀνάγκη καὶ πρὸς ἄλλας ἐκκλησίας ἐκβοῆσαι ἡμᾶς τὴν καθʼ ὑμᾶς συμφοράν, καὶ ποιῆσαι παρὰ πλειόνων ἐπισκόπων γράμματα ὑμῖν ἀφικέσθαι, τὸ μέγεθος τοῦτο τῆς ὑποκατασκευαζομένης ἀσεβείας καταρρηγνύντα. ἢ γὰρ προὔργου τι ἔσται εἰς τὴν σπουδὴν ἢ πάντως ἡ παροῦσα διαμαρτυρία ἀφήσει ἡμᾶς τῆς αἰτίας ἐπὶ τοῦ κριτηρίου.