212
Πόσου πότʼ ἂν οὖν οἴει πρίασθαί με τὴν ὁμιλίαν σου, ὑπὲρ τοῦ γνωρίσαι μέ σοι τὰ λυποῦντά με (φέρει γάρ, ὡς οἶσθα, καὶ τὸ ἐξειπεῖν ῥᾳστώνην τινὰ τοῖς ὀδυνωμένοις), ἀποκρίνασθαί τε περὶ τῶν ἐπιζητουμένων· οὐ γράμμασιν ἀψύχοις καταπιστεύσαντα, ἀλλʼ αὐτὸν δι’ ἐμαυτοῦ ἐναργῶς λέγοντα ἕκαστα, καὶ ἐπεξιόντα. οἱ γὰρ ἔμψυχοι λόγοι δραστικωτέραν ἔχουσι τὴν πειθώ· πρός τε τὸ εὐεπιχείρητον καὶ πρὸς συκοφαντίαν εὐάλωτον, οὐκέτι ὅμοιοι τοῖς γεγραμμένοις εἰσί. καὶ γὰρ οὐδὲν ἀτόλμητον λοιπὸν οὐδενί, ὅπου γε καὶ οἱ τὰ μέγιστα παρʼ ἡμῶν πιστευθέντες, οὓς ᾐσθανόμεθα μετὰ τῶν ἀνθρώπων ὁρῶντες, ὡς μεῖζόν τι ὄντας ἢ κατὰ ἄνθρωπον, οὖτοι κατεδέξαντο συγγράμματά τινος τὰ ὁποῖα δήποτε ὡς ἡμέτερα παραπέμπειν· καὶ ἐπʼ αὐτοῖς διαβάλλειν ταῖς ἀδελφότησιν, ὡς μηδὲν λοιπὸν τοῦ ἡμετέρου ὀνόματος φευκτότερον εἶναι τοῖς εὐλαβέσι. τὸ γὰρ ἀγνοηθῆναι γενόμενος ἐξ ἀρχῆς ἐπιτηδεύσας, ὡς οὐκ οἶδα εἴ τις ἄλλος τῶν ἐπεσκεμμένων τὴν ἀνθρωπίνην ἀσθένειαν, νῦν καθάπερ τὸ ἐναντίον προελόμενος πᾶσιν ἀνθρώποις γνώριμον ἐμαυτὸν καταστῆσαι, οὕτω πανταχοῦ γῆς, προσθήσω δὲ ὅτι καὶ θαλάσσης, διατεθρύλλημαι. οἵ τε γὰρ τὸν ἔσχατον ὅρον τῆς ἀσεβείας ἐπιτηδεύοντες, καὶ τὸ ἄθεον τῆς ἀνομοιότητος δόγμα ταῖς ἐκκλησίαις ἐπάγοντες, πρὸς ἐμὲ τὸν πόλεμον ἔχουσιν· οἵ τε τὴν μέσην ἐλαύνοντες, ὡς οἴονται, καὶ ἀπὸ μὲν τῶν αὐτῶν ἐκείνων ἀρχῶν ὡρμημένοι, τῇ δὲ τῶν λογισμῶν ἀκολουθίᾳ μὴ ἐφιέντες διὰ τὸ ὑπεναντίον ταῖς ἀκοαῖς τῶν πολλῶν, ἡμᾶς δυσχεραίνουσι καὶ πλύνουσι μὲν ταῖς λοιδορίαις, ἐφʼ ὅσον δύνανται, οὐδεμιᾶς δὲ ἀπέχονται τῆς ἐπιβουλῆς, εἰ καὶ ὅτι ὁ Κύριος ἀπράκτους αὐτῶν τὰς ἐγχειρήσεις ἐποίησε. ταῦτα πῶς οὐ λυπηρά; πῶς οὐχὶ ὀδυνηράν μοι τὴν ζωὴν κατασκευάζοντα; ὅς γε μίαν τίθεμαι τῶν κακῶν παραμυθίαν τὴν ἀσθένειαν τῆς σαρκός, ὑφʼ ἧς πέπεισμαι μὴ πολὺν χρόνον παραμένειν τῇ δυστήνῳ ταύτῃ ζωῇ. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.