219
Ὁ πάντα μέτρῳ καὶ σταθμῷ ὁρίζων ἡμῖν Κύριος, καὶ τοὺς πειρασμοὺς ἐπάγων μὴ ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλὰ δοκιμάζων μὲν διὰ τῆς περιστάσεως τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας, οὐκ ἐῶν δὲ πειρασθῆναι ὑπὲρ ὃ δύνανται ὑπενεγκεῖν, καὶ ποτίζων δάκρυσιν ἐν μέτρῳ τοὺς ὀφείλοντας διδαχθῆναι, εἰ ἐν ταῖς θλίψεσι τὸ πρὸς τὸν Θεὸν εὐχάριστον διασώζουσι, μάλιστα ἐπὶ τῆς οἰκονομίας τῆς καθʼ ὑμᾶς τὸ ἑαυτοῦ φιλάνθρωπον ἐφανέρωσε, μὴ συγχωρήσας ὑμῖν τὸν παρὰ τῶν ἐχθρῶν διωγμὸν τοιοῦτον ἐπενεχθῆναι, οἷον δύνασθαι περιτρέψαι τινὰς ἢ διασαλεῦσαι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως. κούφοις γὰρ καὶ εὐκαταγωνίστοις ἀντιπάλοις παραζεύξας ὑμᾶς, ἐν τῇ κατʼ αὐτῶν νίκῃ τὸ βραβεῖον ὑμῖν τῆς ὑπομονῆς ηὐτρέπισεν. ἀλλʼ ὁ κοινὸς ἐχθρὸς τῆς ζωῆς ἡμῶν, ὁ ταῖς ἑαυτοῦ μεθοδείαις ἀντιμαχόμενος τοῦ Θεοῦ τῇ χρηστότητι, ἐπειδὴ εἶδεν ὑμᾶς ὡς τεῖχος κραταιὸν τῆς ἔξωθεν προσβολῆς καταφρονοῦντας, ἐν ὑμῖν αὐτοῖς, ὡς ἀκούω, ἐπενόησε γενέσθαι τινὰς λύπας πρὸς ἀλλήλους καὶ μικροψυχίας· αἳ παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι, προϊόντος δὲ τοῦ χρόνου ὑπὸ φιλονεικίας αὐξανόμεναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασι. διὸ ὥρμησα πρὸς τὴν διὰ τοῦ γράμματος τοῦδε παράκλησιν. εἰ μὲν ἦν δυνατόν, αὐτὸς ἂν παρεγενόμην, καὶ δι’ ἐμαυτοῦ ἱκέτευσα ὑμᾶς· ἐπειδὴ δὲ τοῦτο οἱ καιροὶ οὐκ ἐπιτρέπουσι, τὴν ἐπιστολὴν ταύτην ἀνθʼ ἱκετηρίας ὑμῖν προτείνομεν, ἵνα αἰδεσθέντες ἡμῶν τὰς παρακλήσεις καταλύσητε πᾶσαν τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ ταχέως μοι διαπέμψησθε τὴν ἀγαθὴν ἀγγελίαν, ὅτι ἀφήκατε ἀλλήλοις τὰς μέμψεις.