222
Τὸ γράμμα τῆς εὐλαβείας ὑμῶν τοιοῦτον γέγονεν ἡμῖν ἐν καιρῷ θλίψεως ἐπιφανέν, ὁποῖον γίνεται πολλάκις ἀγωνισταῖς ἵπποις, ἐν μεσημβρίᾳ σταθερᾷ λάβρῳ τῷ ἄσθματι κόνιν σπωμένοις ἐν μέσῳ τῷ σταδίῳ, ὕδωρ τοῖς στόμασι προσχυθέν. ἀνεπνεύσαμεν γὰρ ἐκ τῆς συνεχείας τῶν πειρασμῶν, καὶ ὁμοῦ τε τοῖς ῥήμασιν ὑμῶν ἐπερρώσθημεν, καὶ τῇ μνήμῃ τῶν καθʼ ὑμᾶς ἀγωνισμάτων εὐτονώτεροι γεγόναμεν πρὸς τὸ ἀνενδότως ὑπενεγκεῖν τὸν προκείμενον ἡμῖν ἀγῶνα. ὁ γὰρ ἐμπρησμός, ὁ τὰ πολλὰ τῆς Ἀνατολῆς ἐπινειμάμενος ὑφέρπει ἤδη καὶ τὴν ἡμετέραν, καὶ τὰ κύκλῳ πάντα περιφλέξας ἅπτεσθαι φιλονεικεῖ καὶ τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν, ἃς τέως ἐκίνει πρὸς δάκρυον ὁ ἐκ γειτόνων καπνός. ἅπτεσθαι δʼ οὖν λοιπὸν καὶ ἡμῶν ἐπείγεται, ὃν ὁ Κύριος ἀποστρέψειε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ διακόψειε τὴν φλόγα τοῦ πονηροῦ τούτου πυρός. τίς γὰρ οὕτω δειλὸς καὶ ἄνανδρος, ἢ πρὸς πόνους ἀθλητικοὺς ἀμελέτητος, ὡς μὴ τοῖς ὑμετέροις ὑποφωνήμασιν ἐπιρρωσθῆναι πρὸς τὸν ἀγῶνα, καὶ εὔχεσθαι μεθʼ ὑμῶν στεφανίτης ἀναρρηθῆναι; προλαβόντες γὰρ ἐναπεδύσασθε τῷ τῆς εὐσεβείας σταδίῳ, καὶ πολλὰς μὲν ἀπεκρούσασθε πείρας αἱρετικῶν παλαισμάτων, πολὺν δὲ τὸν καύσωνα τῶν πειρασμῶν ὑπηνέγκατε, οἵ τε κορυφαῖοι τῆς ἐκκλησίας ὑμεῖς, οἷς ἡ θεραπεία τοῦ θυσιαστηρίου πεπίστευται, καὶ οἱ καθʼ ἕνα τοῦ λαοῦ, καὶ οἱ δυνατώτεροι. τοῦτο γὰρ καὶ μάλιστα θαυμαστὸν ὑμῶν καὶ πάσης ἀποδοχῆς ἄξιον, ὅτι πάντες εἷς ἐστε ἐν Κυρίῳ, οἱ μὲν καθηγούμενοι πρὸς τὸ ἀγαθόν, οἱ δὲ ἐφεπόμενοι μετὰ συμπνοίας. διὸ καὶ κρείττους ἐστὲ τῆς τῶν ἀντιπάλων ἐπιχειρήσεως, οὐδεμίαν παρέχοντες ἀπʼ οὐδενὸς μέλους λαβὴν τοῖς ἀνταγωνιζομένοις.