Γρηγορίῳ ἑταίρῳΓρηγορίῳ ἑταίρῳ A, B, E. τῷ αὐτῷ C. τοῦ μακαρίου βασιλείου ἐπισκόπου Καισαρείας Καππαδοκίας πρὸς Γρηγόριον ἐπίσκοπον ναζαν * * * F.
14
Ἐγὼ τοῦ ἀδελφοῦ μοι ἐπιστείλαντος Γρηγορίου πάλαι βούλεσθαι ἡμῖν συντυχεῖν, προσθέντος δὲ ὅτι καὶ σοὶ αὐτὸ τοῦτο δεδογμένον ἐστί, τὸ μέν τιμέν τι : μέντοι C. καὶ διὰ τὸ πολλάκις ἀπατηθῆναιμε add. E. F. ὀκνηρῶςὀκνηροτέρως A, B, C. ἔχων πρὸς τὸ πιστεύειν, τὸ δέ τι καὶ ὑπὸ ἀσχολιῶν περισπώμενος, ἐπιμεῖναι οὐκ ἠδυνήθην. δεῖ γάρ με ἤδη ἀπελαύνειν ἐπὶ τὸν Πόντον, ἐν ᾧ τάχα ποτέ, τοῦ Θεοῦ βουληθέντος, τῆς πλάνης λήξομεν.λήξομαι C. μόλις γὰρ ἀπογνοὺς τῶν ματαίων ἐλπίδων, ἃς ἐπὶ σοὶ εἶχόν ποτε, μᾶλλον δὲ τῶν ὀνείρων, εἰ δεῖ ἀληθέστερον εἰπεῖν (ἐπαινῶ γὰρ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγορούντων ἐνύπνια), κατὰ βίου ζήτησιν ἐπὶ τὸν Πόντον ἀπῆλθον. ἔνθα δή μοι ὁ Θεὸς χωρίον ὑπέδειξεν ἀκριβῶς συμβαῖνονσυμβαίνοντα C. τῷ ἐμῷ τρόπῳ, ὥστε, οἷον πολλάκις εἰώθαμενεἰώθειμεν C. ἀργοῦντες ἅμα καὶ παίζοντες τῇ διανοίᾳ συμπλάττειν, τοιοῦτον ἐπὶ τῆς ἀληθείας καθορᾷν.