223
Ἐγκαλούμεθα γὰρ τὴν εἰς Θεὸν βλασφημίαν, οὔτε ἀπὸ συγγραφῆς, ἣν αὐτοὶ προκατεβαλόμεθα περὶ πίστεως, ἐλεγχθῆναι δυνάμενοι, οὔτε ἀπὸ ῥημάτων, ὅσα ἀγράφως ἀπὸ στόματος ἀεὶ ἐν τῷ φανερῷ ταῖς ἐκκλησίαις τοῦ Θεοῦ διελέχθημεν. ἀλλʼ οὐδὲ μάρτυς εὑρέθη ὁ λέγων παρʼ ἡμῶν ἀκηκοέναι τι τῶν ἀσεβῶν ἐν παραβύστῳ φθεγξαμένων. πόθεν οὖν κρινόμεθα, εἰ μήτε συγγράφομεν ἀσεβῶς, μήτε δημηγοροῦμεν ἐπιβλαβῶς, μήτε ἐν ταῖς κατʼ οἶκον ὁμιλίαις τοὺς ἐντυγχάνοντας διαστρέφομεν; ὢ τοῦ καινοῦ δράματοσϲ ὁ δεῖνα, φησίν, ἐπὶ τῆς Συρίας ἔγραψέ τινα ὡς οὐκ εὐσεβῶς· σὺ δὲ ἐπέστειλας αὐτῷ πρὸ εἴκοσιν ἐτῶν καὶ πλειόνων. κοινωνὸς ἄρα σὺ τοῦ ἀνθρώπου, καὶ τὰ ἐκείνου κατηγορήματα καὶ σὰ γινέσθω. ἀλλʼ, ὦ φίλε τῆς ἀληθείας ἄνθρωπε, ὁ τὸ ψεῦδος γέννημα εἶναι τοῦ διαβόλου δεδιδαγμένος, πῶς ἐπείσθης ἐμὴν εἶναι τὴν ἐπιστολὴν ἐκείνην; οὐ γὰρ ἀπέστειλας, οὐδʼ ἠρώτησας, οὐδὲ παρʼ ἐμοῦ, τοῦ δυναμένου σοι τἀληθὲς εἰπεῖν, ἐδιδάχθης. εἰ δὲ καὶ ἐμὸν τὸ γράμμα, πόθεν δῆλον ὅτι τοῦτο τὸ νῦν σοι ἐμπεσὸν σύνταγμα σύγχρονον τοῖς ἐμοῖς γράμμασι; τίς σοι ὁ εἰπών, ὅτι εἴκοσίν ἐστιν ἐτῶν ἡ συγγραφὴ αὐτή; πόθεν δὲ δῆλον ὅτι ἐκείνου ἐστὶ τοῦ ἀνθρώπου τὸ σύνταγμα, πρὸς ὃν καὶ ἡ παρʼ ἐμοῦ ἐπιστολὴ διεπέμφθη; εἰ δὲ κἀκεῖνος ὁ συγγραφεύς, κἀγὼ ἐκείνῳ ἐπέστειλα, καὶ χρόνος εἷς τῶν τʼ ἐμῶν γραμμάτων καὶ τοῦ συγγράμματος, ὅτι παρεδεξάμην αὐτὸ τῇ διανοίᾳ καὶ ἔχω ἐν ἐμαυτῷ ἐκεῖνο τὸ φρόνημα, τίς ἡ ἀπόδειξις;