223
Ἐρώτησον σεαυτόν· ποσάκις ἡμᾶς ἐπεσκέψω ἐπὶ τῆς μονῆς τῆς ἐπὶ τῷ Ἴριδι ποταμῷ, ὅτε δὲ συμπαρῆν μοι ὁ θεοφιλέστατος ἀδελφὸς Γρηγόριος, τὸν αὐτόν μοι τοῦ βίου σκοπὸν διανύων; εἰ ἤκουσάς τι τοιοῦτον; ἢ ἔλαβες ἔμφασιν μικρὰν ἢ μείζονα; πόσας δὲ ἡμέρας ἐπὶ τῆς ἀντιπέραν κώμης, παρὰ τῇ μητρί μου, ἔνθα ὡς φίλοι μετʼ ἀλλήλων διάγοντες, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ λόγων κινουμένων ἡμῖν; εἰ εὑρέθημέν τι συγγενὲς ἔχοντες ἐν τῇ διανοίᾳ; ὅτε δὲ τὸν μακάριον Σιλουανὸν κατὰ ταὐτὸν ἐπεσκεπτόμεθα, οὐχ ἡ ὁδὸς ἡμῖν τοὺς περὶ τούτων εἶχε λόγους; ἐπὶ δὲ τῆς Εὐσινόης, ὅτε μετὰ πλειόνων ἐπισκόπων μέλλοντες ὁρμᾷν ἐπὶ Λάμψακον, προσεκαλέσασθέ με, οὐ περὶ πίστεως ἦσαν οἱ λόγοι; οὐχὶ δὲ πάντα τὸν χρόνον οἱ σοὶ ταχυγράφοι παρῆσαν ἐμοὶ ὑπαγορεύοντι τὰ πρὸς τὴν αἵρεσιν; οὐ τῶν σῶν μαθητῶν οἱ γνησιώτατοι πάντα μοι τὸν χρόνον παρῆσαν; οὐ τὰς ἀδελφότητας ἐπισκεπτόμενος, καὶ συνδιανυκτερεύων αὐταῖς ἐν ταῖς προσευχαῖς, λέγων καὶ ἀκούων ἀεὶ τὰ περὶ Θεοῦ ἀφιλονείκως, οὐκ ἀκριβεῖς παρεῖχον τῆς ἐννοίας ἐμαυτοῦ τὰς ἀποδείξεις; πῶς οὖν ἡ ἐν τοσούτῳ χρόνῳ πεῖρα ἐλάττων ἐφάνη τῆς οὕτω σαθρᾶς καὶ ἀδρανοῦς ὑπονοίας; τίνα δὲ ἔδει πρὸ σοῦ μάρτυρα εἶναι τῆς ἐμῆς διαθέσεως; τὰ ἐπὶ Χαλκηδόνος λαληθέντα ἡμῖν περὶ πίστεως, τὰ ἐν Ἡρακλείᾳ πολλάκις, τὰ πρότερον ἐπὶ τῆς Καισαρείας ἐν τῷ προαστείῳ, εἰ μὴ πάντα σύμφωνα παρʼ ἡμῶν; εἰ μὴ πάντα ἀλλήλοις συμβαίνοντα; ἐκτὸς τοῦ, ὅπερ εἶπον, ἐκ προκοπῆς τινα αὔξησιν ἐπιθεωρεῖσθαι τοῖς λεγομένοις, ὅπερ οὐχὶ μεταβολή ἐστιν ἐκ τοῦ χείρονος πρὸς τὸ βέλτιον, ἀλλὰ συμπλήρωσις τοῦ λείποντος κατὰ τὴν προσθήκην τῆς γνώσεως. πῶς δὲ κἀκεῖνο οὐκ ἐνθυμῇ, ὅτι πατὴρ οὐ λήψεται ἁμαρτίαν παιδός, οὐδὲ υἱὸς λήψεται ἁμαρτίαν πατρός, ἕκαστος δὲ ἐν τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται; ἐμοὶ δὲ οὔτε πατὴρ ὁ παρὰ σοὶ διαβαλλόμενος, οὔθʼ υἱός. οὔτε γὰρ διδάσκαλός μου γέγονεν οὔτε μαθητής. εἰ δὲ δεῖ τὰς τῶν γεννησάντων ἁμαρτίας ἐγκλήματα τοῖς τέκνοις γίνεσθαι, πολὺ δικαιότερον τὰ Ἀρείου κατὰ τῶν μαθητῶν αὐτοῦ γίνεσθαι· καὶ εἴ τις Ἀέτιον ἐγέννησε τὸν αἱρετικόν, ἐπὶ τὴν κεφαλὴν τοῦ πατρὸς ἀναβαίνειν τοῦ παιδὸς τὰ ἐγκλήματα. εἰ δʼ οὐ δίκαιον ἐπʼ ἐκείνοις ἐγκαλεῖσθαί τινα, πολλῷ δήπου δικαιότερον ἡμᾶς ἐπὶ τοῖς μηδὲν ἡμῖν προσήκουσι μὴ ὑπέχειν εὐθύνας, εἴ γε καὶ ἥμαρτον ὅλως, εἴ τι καὶ γέγραπται αὐτοῖς ἄξιον κατακρίσεως. συγγνώμη γάρ μοι ἀπιστοῦντι τοῖς κατʼ αὐτῶν λεγομένοις, ἐπειδὴ ἡ κατʼ ἐμοῦ πεῖρα τὸ πρὸς συκοφαντίαν εὔκολον τῶν κατηγορούντων συνίστησι.