235
Τί πρότερον, ἡ γνῶσις, ἢ ἡ πίστις; ἡμεῖς δὲ λέγομεν, ὅτι καθόλου μὲν ἐπὶ τῶν μαθημάτων πίστις γνώσεως προηγεῖται, ἐπὶ δὲ τοῦ καθʼ ἡμᾶς λόγου, κἂν λέγῃ τις προκατάρχειν τὴν γνῶσιν τῆς πίστεως, οὐ διαφερόμεθα, γνῶσιν μέντοι τὴν τῇ ἀνθρωπίνῃ καταλήψει σύμμετρον. ἐπὶ μὲν γὰρ τῶν μαθημάτων πιστεῦσαι δεῖ πρῶτον, ὅτι ἄλφα λέγεται, καὶ μαθόντα τοὺς χαρακτῆρας καὶ τὴν ἐκφώνησιν, ὕστερον λαβεῖν καὶ τὴν ἀκριβῆ κατανόησιν τῆς δυνάμεως τοῦ στοιχείου. ἐν δὲ τῇ περὶ Θεοῦ πίστει ἡγεῖται μὲν ἡ ἔννοια ἡ περὶ τοῦ ὅτι ἐστὶ Θεός, ταύτην δὲ ἐκ τῶν δημιουργημάτων συνάγομεν. σοφὸν γάρ, καὶ δυνατόν, καὶ ἀγαθόν, καὶ πάντα αὐτοῦ τὰ ἀόρατα ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοοῦτες ἐπιγινώσκομεν. οὕτω δὴ καὶ Δεσπότην ἑαυτῶν αὐτὸν καταδεχόμεθα. ἐπειδὴ γὰρ παντὸς μὲν τοῦ κόσμου δημιουργὸς ὁ Θεός, μέρος δὲ κόσμου ἡμεῖς, καὶ ἡμῶν ἄρα δημιουργὸς ὁ Θεός. ταύτῃ δὲ τῇ γνώσει ἡ πίστις ἀκολουθεῖ, καὶ τῇ τοιαύτῃ πίστει ἡ προσκύνησις.