235
Νῦν δὲ ἐπειδὴ πολύσημόν ἐστι τὸ τῆς γνώσεως ὄνομα, οἱ καταπαίζοντες τῶν ἀκεραιοτέρων, καὶ ὁμοίως ἐπιδεικνύμενοι τοῖς παραδόξοις, ὡς οἱ ἐν τοῖς θεάτροις ἐν ταῖς πάντων ὄψεσι τὰς ψήφους κλέπτοντες, τῇ ἐρωτήσει τοῦ καθόλου τὸ πᾶν συναρπάζουσιν. ἐπειδὴ γὰρ τὸ τῆς γνώσεως ὄνομα ἐπὶ πολὺ διαβαίνει, καὶ γνωστόν τί ἐστι, τὸ μὲν κατὰ ἀριθμόν, τὸ δὲ κατὰ μέγεθος, τὸ δὲ κατὰ δύναμιν, τὸ δὲ κατὰ τὸν τρόπον τῆς ὑπάρξεως, τὸ δὲ κατὰ τὸν χρόνον τῆς γεννήσεως, τὸ δὲ κατʼ οὐσίαν, οὗτοι ἐν ἐρωτήματι τὸ ὅλον παραλαμβάνοντες, ἐὰν μὲν λάβωσιν ἡμᾶς ὁμολογοῦντας ὅτι γινώσκομεν, ἀπαιτοῦσιν ἡμῖν τῆς οὐσίας τὴν εἴδησιν· ἐὰν δὲ ἴδωσιν ἡμᾶς εὐλαβουμένους πρὸς τὴν ἀπόφασιν, περιτρέπουσιν ἡμῖν τῆς ἀσεβείας τὸ ὄνειδος. ἀλλʼ ἡμεῖς εἰδέναι μὲν ὁμολογοῦμεν τὸ γνωστὸν τοῦ Θεοῦ, εἰδέναι δέ τι πάλιν ὃ ἐκφεύγει ἡμῶν τὴν κατάληψιν ἀδύνατον. ὡς οὖν ἐάν με ἐρωτήσῃς, εἰ οἶδα, τί ἐστιν ἄμμος, κἂν ἀποκρίνωμαι, ὅτι ἐπίσταμαι, συκοφαντήσεις προδηλως, ἐὰν εὐθὺς καὶ τὸν ἀριθμὸν αὐτῆς ἀπαιτήσῃς, διότι ἡ μὲν πρώτη σου ἐρώτησις πρὸς τὸ εἶδος ἔφερε τῆς ἄμμου, ἡ δὲ δευτέρα, συκοφαντία, περὶ τὸν ἀριθμὸν αὐτῆς περιετράπη. ὅμοιόν ἐστι τοῦτο τὸ σόφισμα τῷ λέγοντι· Οἶδας Τιμόθεον; Οὐκοῦν ἐὰν Τιμόθεον οἶδας, οἶδας αὐτοῦ καὶ τὴν φύσιν, ἀλλὰ μὴν ὡμολόγησας εἰδέναι Τιμόθεον, ἀπόδος τοίνυν ἡμῖν τὸν λόγον τῆς Τιμόθεου φύσεως. ἐγὼ δὲ καὶ οἶδα Τιμόθεον, καὶ οὐκ οἶδα, οὐ μὴν κατὰ ταὐτὸν καὶ ἐν τῷ αὐτῷ. οὐ γὰρ καθʼ ὃ οἶδα, κατὰ τοῦτο καὶ οὐκ οἶδα, ἀλλὰ κατʼ ἄλλο μὲν οἶδα, κατʼ ἄλλο δὲ ἀγνοῶ. οἶδα μὲν γὰρ αὐτὸν κατὰ τὸν χαρακτῆρα καὶ τὰ λοιπὰ ἰδιώματα, ἀγνοῶ δὲ αὐτοῦ τὴν οὐσίαν. ἐπεὶ καὶ ἐμαυτὸν οὕτω τούτῳ τῷ λόγῳ καὶ οἶδα καὶ ἀγνοῶ. οἶδα μὲν γὰρ ἐμαυτὸν ὅστις εἰμί, οὐκ οἶδα δὲ καθὸ τὴν οὐσίαν μου ἀγνοῶ.