239
Ἔδωκεν ὁ Κύριος ἡμῖν καὶ νῦν διὰ τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Ἀντιόχου τοῦ συμπρεσβυτέρου προσφθέγξασθαί σου τὴν ὁσιότητα, καὶ σὲ μὲν παρακαλέσαι τὰ συνήθη ποιεῖν, προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἑαυτοῖς δὲ εὑρεῖν τινα τῆς μακρᾶς ἀπολείψεως παραμυθίαν ἐκ τῆς διὰ τοῦ γράμματος ὁμιλίας. προσευχόμενος δὲ τοῦτο πρῶτον καὶ μέγιστον παρακαλοῦμεν αἰτεῖν παρὰ τοῦ Κυρίου, ῥυσθῆναι ἡμᾶς ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οἳ τοσοῦτον κατεκράτησαν τῶν λαῶν, ὥστε οὐδὲν ἕτερον νῦν ἢ τὰ τῆς Ἰουδαϊκῆς ἁλώσεως ἡμᾶς ἐνεικονίζεσθαι πράγματα. ὅσῳ γὰρ ἐπὶ τὸ ἀσθενέστερον ὑπορρέουσιν αἱ ἐκκλησίαι, τοσοῦτον ἐπακμάζουσιν αἱ τῶν ἀνθρώπων φιλαρχίαι. καὶ εἰς δυστήνους ἀνθρώπους οἰκότριβας περιέστη νῦν τὸ τῆς ἐπισκοπῆς ὄνομα, οὐδενὸς αἱρουμένου ἀντεισάγειν ἑαυτὸν τῶν δούλων τοῦ Θεοῦ, ἢ τῶν ἀπεγνωσμένων, ὁποῖοί εἰσιν οἱ νῦν ἐπιπεμφθέντες παρʼ Ἀνυσίου τοῦ θρέμματος Εὐιππίου, καὶ Ἐκδικίου τοῦ Παρνασσηνοῦ· ὃν κακὸν ἑαυτῷ τῆς μελλούσης ζωῆς ἐφόδιον ἐναφῆκε ταῖς ἐκκλησίαις ὁ καταστήσας. οὗτοι νῦν ἐξήλασαν μὲν τῆς Νύσσης τὸν ἀδελφὸν τὸν ἐμόν, καὶ ἀντεισήγαγον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον ὀλίγων ὀβολῶν ἄξιον, τὴν δὲ τῆς πίστεως διαφθορὰν ἐφάμιλλον τοῖς καταστήσασι. Δοάροις δὲ τῇ κώμῃ φθορὸν ἄνθρωπον, ὀρφανῶν οἰκέτην, ἀποδράντα μὲν τοὺς ἑαυτοῦ δεσπότας, διὰ δὲ κολακείας ἀθέου γυναίου ἣ πρότερον μὲν Γεωργίῳ ἐκέχρητο πρὸς τὸ ἴδιον θέλημα, νῦν δὲ τούτον ἔσχε διάδοχον ἐκείνου, ἔπεμψαν, τὸ ἐλεεινὸν τῆς ἐπισκοπῆς καθυβρίζοντες ὄνομα. τὰ δὲ Νικοπολιτῶν τίς ἂν πρὸς ἀξίαν ὀδύραιτο, τοῦ ἀθλίου Φρόντωνος πρότερον μὲν δῆθεν τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν σχηματιζομένου, τελευταῖον δὲ αἰσχρῶς προδόντος καὶ τὴν πίστιν καὶ ἑαυτόν, καὶ μισθὸν τῆς προδοσίας λαβόντος ὄνομα ἀτιμίας; ἐδέξατο μὲν γὰρ παρʼ αὐτῶν ἐπισκοπῆς ἀξίωμα, ὡς οἴεται, γέγονε δὲ τῇ τοῦ Θεοῦ χάριτι κοινὸν βδέλυγμα πάσης τῆς Ἀρμενίας. πλὴν ὅτι οὔτε αὐτοῖς ἀτόλμητόν τι, οὔτε ἀποροῦσι τῶν ἀξίων αὐτοῖς συνεργῶν. τὰ δὲ λοιπὰ τῆς Συρίας ἄμεινον ἡμῶν καὶ οἶδε καὶ διηγήσεται ὁ ἀδελφὸς Ἀντίοχος.