240
Εἴτε οὖν βαρὺς ὁ πειρασμός, ἀδελφοί, ὑπομείνωμεν τὰ ἐπίπονα· οὐδεὶς γὰρ μὴ πληγεὶς ἐν ἀγῶσι, μηδὲ κονισάμενος, στεφανοῦται. εἴτε κοῦφα ταῦτα τοῦ διαβόλου τὰ παίγνια, καὶ οἱ ἐπιπεμφθέντες ἡμῖν, ὀχληροὶ μέν, διότι τούτου εἰσὶν ὑπηρέται, εὐκαταφρόνητοι δέ, ὅτι τῇ πονηρίᾳ αὐτῶν ὁ Θεὸς ἀδυναμίαν συνῆψε, φυλαξώμεθα τὴν κατάγνωσιν, ὡς ἐπὶ μικροῖς παθήμασι μεγάλα ὀδυρόμενοι. ἓν γάρ ἐστιν ὀδύνης ἄξιον, ἡ αὐτοῦ ἐκείνου ἀπώλεια, τοῦ τῆς προσκαίρου ἕνεκεν δόξης (εἴπερ οὖν δόξαν χρὴ λέγειν τὸ δημοσίᾳ ἀσχημονεῖν) τῆς αἰωνίας τῶν δικαίων τιμῆς ἑαυτὸν ἀποστερήσαντος. τέκνα ὁμολογητῶν, καὶ τέκνα μαρτύρων ἐστέ, τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν. τοῖς οἰκείοις ἕκαστος χρησάσθω ὑποδείγμασι πρὸς τὴν ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν. οὐδεὶς ἡμῶν πληγαῖς κατεξάνθη, οὐδενὸς οἶκος ἐδημεύθη, οὐ τὴν ὑπερορίαν ᾠκήσαμεν, οὐ δεσμωτήριον ἐγνωρίσαμεν. τί πεπόνθαμεν δεινόν; εἰ μὴ τάχα τοῦτο λυπηρόν, ὅτι μηδὲν πεπόνθαμεν, μηδὲ ἐνομίσθημεν ἄξιοι τῶν ὑπὲρ Χριστοῦ παθημάτων. εἰ δὲ ὅτι ὁ δεῖνα τὸν οἶκον κατέχει τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν τῷ ὑπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, τοῦτο ὑμᾶς ἀνιᾷ, ἐνθυμήθητε, ὅτι οἱ μὲν ἕνδεκα μαθηταὶ ἐν τῷ ὑπερῴῳ ἦσαν ἀποκεκλεισμένοι, οἱ δὲ σταυρώσαντες τὸν Κύριον ἐν τῷ περιβοήτῳ ναῷ τὴν Ἰουδαϊκὴν λατρείαν ἐπλήρουν. Ἰούδας γὰρ τὸν δι’ ἀγχόνης θάνατον τοῦ μετʼ αἰσχύνης ζῇν προτιμήσας, ἔδειξε τάχα τῶν νῦν ἀπερυθριασάντων πρὸς πᾶσαν ἀνθρώπων κατάγνωσιν, καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων, ἑαυτὸν αἱρετώτερον.