18
Τῶν μὲν οὖν ὑπὲρ γῆς καρπῶν ἢ τῶν κατὰ γῆν πονούντων, οἱ μὲν παντάπασιν ἐψεύσθησαν τῶν ἐλπίδων, μέχρι μόνης φαντασίας τῶν προσδοκωμένωντῶν προσδοκωμένωνom. F. τὴν ἀπόλαυσιν ἔχοντες, οἷς δὲ καὶ κατὰ γνώμην ἐκβῆναι συνέβη τὸ τέλος, δευτέρας ἐδέησε πάλιν ἐλπίδος, παραδραμούσης καὶ μαρανθείσης ἐνἐνom. E. τάχει τῆς προτέρας. μόνοις δὲ τοῖς ὑπὲρ εὐσεβείας καμοῦσιν οὐ ψεῦδος ἠφάνισεπαρηφάνισε E. τὰς ἐλπίδας, οὐ τέλος ἐλυμήνατο τοὺς ἄθλους,τοῖς ἄθλοις A, B, C, D, F. βεβαίας καὶ μονίμου διαδεχομένης τῆς τῶν οὐρανῶν βασιλείας.
18
Μὴ τοίνυν ὑμᾶς ταραττέτω διαβολὴ ψευδής, μηδὲ φοβείτω τῶν κρατούντων ἀπειλή· μὴ γέλως λυπείτω καὶ ὕβρις τῶν γνωρίμων, μηδὲ κατάγνωσις παρὰ τῶν κήδεσθαι προσποιουμένων, ἰσχυρότατον πρὸς ἀπάτην δέλεαρ προβαλλομένωνἰσχυρότατον... προβαλλομένωνom. A, B, F. παραινέσεως προσποίησιν,προσποιήσει A, B. ἕως ἂν ὁ τῆς ἀληθείας ἡμῖν συναγωνίζηται λόγος. ἀντιμαχέσθω δὲ τοῖς πᾶσι λογισμὸς ὀρθός, σύμμαχον παρακαλῶν γενέσθαι καὶ βοηθὸνπαρακαλῶν... βοηθὸνom. A, B, C, D, F. αὐτῷ τὸν τῆς εὐσεβείας διδάσκαλον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι’ ὃν καὶ τὸ κακοπαθεῖν ἡδὺ καὶ τὸ ἀποθανεῖν κέρδος.
Γρηγορίῳ ἑταίρῳSic E; τῷ αὐτῷ A, B; τῷ αὐτῷ ἀπολογία διότι ἐπιστείλαντι εὐθὺς οὐκ ἀντέγραψεν C, D.
19
Γράμμα ἦλθέ μοι πρῴην παρὰ σοῦ, ἀκριβῶς σόν, οὐ τοσοῦτον τῷ χαρακτῆρι τῆς χειρός, ὅσον τῷ τῆς ἐπιστολῆς ἰδιώματι. ὀλίγα γὰρ ἦν τὰ ῥήματα πολλὴν διάνοιαν παριστῶντα. πρὸς ἃ εὐθὺς μὲν οὐκ ἀπεκρινάμεθα, διότι αὐτοὶ μὲν ἀπεδημοῦμεν, ὁ δὲ γραμματηφόροςSic A, B, C, D, E; γραμματοφόρος editi. ἑνὶ τῶν ἐπιτηδείων ἡμῖν ἐπιδοὺς τὴν ἐπιστολὴν ἀπίων ᾤχετο. ἀλλὰ νῦν διὰ Πέτρου προσφθεγγόμεθά σε, ὁμοῦ μὲν ἀποτίννυντες τῆς προσηγορίας τὸ χρέος, ὁμοῦ δὲ ἀφορμὴν δευτέρων γραμμάτων παρέχοντες. πάντως δὲ οὐδεὶς πόνος Λακωνικῆς ἐπιστολῆς, ὁποῖαί εἰσιν αἱ παρὰ σοῦ ἑκάστοτε πρὸς ἡμᾶς ἀφικνούμεναι.
Λεοντίῳ σοφιστῇ