242
Θεοῦ τοῦ ἁγίου τὴν ἐκ πάσης θλίψεως διέξοδον τοῖς ἐλπίζουσιν ἐπʼ αὐτὸν ὑποσχομένου, εἰ καὶ ἐν μέσῳ πελάγει κακῶν ἀπελήφθημεν, καὶ τρικυμίαις παρὰ τῶν πνευμάτων τῆς πονηρίας ἐγειρομέναις ἡμῖν βασανιζόμεθα, ὅμως ἀντέχομεν ἐν τῷ ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ, καὶ οὐ παρελύσαμεν τὸν τόνον τῆς ὑπὲρ τῶν ἐκκλησιῶν σπουδῆς, οὐδὲ ὥσπερ ἐν χειμῶνι τοῦ κλύδωνος ὑπερέχοντος ἀπογνόντες τῆς σωτηρίας τὴν διάλυσιν ἀναμένομεν· ἀλλʼ ἔτι ἐχόμεθα τῆς ἐνδεχομένης ἡμῖν σπουδῆς, εἰδότες ὅτι καὶ ὁ καταποθεὶς ὑπὸ τοῦ κήτους, διὰ τὸ μὴ ἀπογνῶναι ἑαυτοῦ, ἀλλὰ βοῆσαι πρὸς Κύριον, τῆς σωτηρίας κατηξιώθη. οὕτω δὴ καὶ αὐτοὶ πρὸς ἔσχατον ἥκοντες τῶν κακῶν, τῆς εἰς Θεὸν ἐλπίδος οὐκ ἀφιέμεθα· ἀλλὰ πανταχόθεν αὐτοῦ περισκοπούμεθα τὴν βοήθειαν. ὅθεν καὶ πρὸς ὑμᾶς ἀπεβλέψαμεν νῦν, τιμιώτατοι ἡμῖν ἀδελφοί, οὓς πολλάκις μὲν ἐν καιρῷ τῶν θλίψεων ἐπιφανήσεσθαι ἡμῖν προσεδοκήσαμεν. ἀποπεσόντες δὲ τῆς ἐλπίδος, εἴπομεν πρὸς ἑαυτοὺς καὶ ἡμεῖς, ὅτι Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. τοιαῦτα γὰρ ἡμῶν τὰ παθήματα, ὡς καὶ τῶν περάτων ἐφικέσθαι τῆς καθʼ ἡμᾶς οἰκουμένης· καὶ εἴπερ πάσχοντος μέλους ἑνὸς συμπάσχει πάντα τὰ μέλη, ἔπρεπε δήπου καὶ ἡμῖν ἐν πολλῷ χρόνῳ πεπονηκόσι συνδιατεθῆναι τὴν εὐσπλαγχνίαν ὑμῶν. οὐ γὰρ ἡ τῶν τόπων ἐγγύτης ἀλλʼ ἡ κατὰ πνεῦμα συνάφεια ἐμποιεῖν πέφυκε τὴν οἰκείωσιν, ἣν ἡμῖν εἶναι πρὸς τὴν ἀγάπην ὑμῶν πεπιστεύκαμεν.