242
Τί δήποτε οὖν οὐ γράμμα παρακλήσεως, οὐκ ἀδελφῶν ἐπίσκεψις, οὐκ ἄλλο τι τῶν ὀφειλομένων ἡμῖν παρὰ τοῦ θεσμοῦ τῆς ἀγάπης γεγένηται; τρισκαιδέκατον γὰρ ἔτος ἐστίν, ἀφʼ οὗ ὁ αἱρετικὸς ἡμῖν πόλεμος ἐπανέστη· ἐν ᾧ πλείους γεγόνασι ταῖς ἐκκλησίαις αἱ θλίψεις τῶν μνημονευομένων ἀφʼ οὗ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ καταγγέλλεται. ὧν τὰ καθʼ ἕκαστον διηγεῖσθαι ὑμῖν παραιτούμεθα, μή ποτε τὸ τοῦ λόγου ἡμῶν ἀσθενὲς τὴν ἐναργείαν τῶν κακῶν ὑπεκλύσῃ· καὶ ἅμα οὐδὲ ἡγούμεθα ὑμᾶς διδασκαλίας προσδεῖσθαι, τὴν ἀλήθειαν τῶν πραγμάτων πάλαι τῇ φήμῃ δεδιδαγμένους. κεφάλαιον δὲ τοῦ κακοῦ· οἱ λαοὶ τοὺς τῶν προσευχῶν καταλιπόντες οἴκους, ἐν ταῖς ἐρήμοις συνάγονται, θέαμα ἐλεεινόν· γυναῖκες, καὶ παιδία, καὶ γέροντες, καὶ οἱ ἄλλως ἀσθενεῖς, ἐν ὄμβροις λαβροτάτοις, καὶ νιφετοῖς καὶ ἀνέμοις καὶ παγετῷ τοῦ χειμῶνος, ὁμοίως δὲ καὶ ἐν θέρει ὑπὸ τὴν φλόγα τοῦ ἡλίου ἐν τῷ ὑπαίθρῳ ταλαιπωροῦντες. καὶ ταῦτα πάσχουσι διὰ τὸ τῆς πονηρᾶς ζύμης Ἀρείου γενέσθαι μὴ καταδέχεσθαι.