243
Ταῦτα εἰδόσιν ἐπιστέλλομεν, διότι οὐδὲν μέρος ἐστὶ τῆς οἰκουμένης, ὃ τὰς ἡμετέρας λοιπὸν ἠγνόησε συμφοράς. ὥστε οὐ διδασκαλίας ἕνεκεν τοὺς λόγους τούτους ποιεῖσθαι ἡμᾶς νομίζειν προσῆκεν, οὐδὲ τοῦ ὑπομνῆσαι ὑμῶν τὴν ἐμμέλειαν. οἴδαμεν γάρ, ὅτι οὐκ ἄν ποτε ἐπιλάθοισθε ἡμῶν, οὐ μᾶλλόν γε ἢ ἡ μήτηρ τῶν ἐκγόνων τῆς κοιλίας αὐτῆς. ἀλλʼ ἐπειδὴ οἱ περιωδυνίᾳ τινὶ κατεχόμενοι διὰ τῶν στεναγμῶν κουφίζειν πως τὰς ἀλγηδόνας πεφύκασι, τοῦτο καὶ ἡμεῖς ποιοῦμεν· οἷον ἀποσκευαζόμεθα τῆς λύπης τὸ βάρος, δι’ ὧν πρὸς τὴν ὑμετέραν ἀγάπην τὰς πολυειδεῖς ἡμῶν συμφορὰς ἐξαγγέλλομεν, εἴ πως ἄν, σφοδρότερον εἰς τὰς ὑπὲρ ἡμῶν προσευχὰς κινηθέντες, δυσωπήσητε τὸν Κύριον διαλλαγῆναι ἡμῖν. εἰ μὲν οὖν αἱ θλίψεις ἦσαν μόναι αἱ καταπονοῦσαι ἡμᾶς, κἂν συνεβουλεύσαμεν ἑαυτοῖς τὴν ἡσυχίαν ἄγειν, καὶ χαίρειν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν, ἐπειδὴ Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆσεσθαι εἰς ἡμᾶς. νῦν δὲ φοβούμεθα, μήποτε αὐξανόμενον τὸ κακόν, ὥσπερ τις φλὸξ διὰ τῆς καιομένης ὕλης βαδίζουσα, ἐπειδὰν καταναλώσῃ τὰ πλησίον, ἅψηται καὶ τῶν πόρρω. ἐπινέμεται γὰρ τὸ κακὸν τῆς αἱρέσεως· καὶ δέος ἐστί, μὴ τὰς ἡμετέρας ἐκκλησίας καταφαγοῦσα, ἕρψῃ λοιπὸν καὶ ἐπὶ τὸ ὑγιαῖνον μέρος τῆς καθʼ ὑμᾶς παροικίας. τάχα μὲν οὖν διὰ τὸ παρʼ ἡμῖν πλεονάσαι τὴν ἁμαρτίαν, πρῶτοι παρεδόθημεν εἰς κατάβρωσιν τοῖς ὠμοφάγοις ὀδοῦσι τῶν ἐχθρῶν τοῦ Θεοῦ· τάχα δέ, ὃ καὶ μᾶλλόν ἐστιν εἰκάσαι, ὅτι ἐπειδὴ τὸ εὐαγγέλιον τῆς βασιλείας ἀπὸ τῶν ἡμετέρων τόπων ἀρξάμενον εἰς πᾶσαν ἐξῆλθε τὴν οἰκουμένην, διὰ τοῦτο ὁ κοινὸς τῶν ψυχῶν ἡμῶν ἐχθρός, τὰ τῆς ἀποστασίας σπέρματα, ἀπὸ τῶν αὐτῶν τόπων τὴν ἀρχὴν λαβόντα, εἰς πᾶσαν οἰκουμένην διαδοθῆναι φιλονεικεῖ. ἐφʼ οὓς γὰρ ἔλαμψεν ὁ φωτισμὸς τῆς γνώσεως τοῦ Χριστοῦ, ἐπὶ τούτους ἐλθεῖν καὶ τὸ τῆς ἀσεβείας σκότος ἐπινοεῖ.