244
Ἡμεῖς μὲν οὖν ἀπηντήσαμεν κατὰ τὴν προθεσμίαν, καὶ οἱ σὺν ἡμῖν ἀδελφοὶ οἱ μὲν παρῆσαν, οἱ δὲ ἐπέρρεον, φαιδροὶ πάντες καὶ πρόθυμοι, ὡς ἐπὶ εἰρήνην τρέχοντες· καὶ γράμματα παρʼ ἡμῶν, καὶ ἡμεροδρόμοι σημαίνοντες, ὅτι πάρεσμεν· καὶ γὰρ ἡμέτερον ἦν τὸ χωρίον τὸ ἀποδεδειγμένον εἰς ὑποδοχὴν τῶν συντρεχόντων. ὡς δὲ ἐκ τοῦ ἑτέρου μέρους οὐδεὶς ἦν, οὔτε προτρέχων, οὔτε εὐαγγελιζόμενος τὴν παρουσίαν τῶν προσδοκωμένων, οἱ δὲ παρʼ ἡμῶν ἀποσταλέντες ἐπανῆλθον κατήφειαν πολλὴν καὶ γογγυσμὸν τῶν ἐκεῖ διηγούμενοι, ὡς καινῆς πίστεως παρʼ ἡμῶν καταγγελθείσης· καὶ ἐλέγοντο διορίζεσθαι, ἦ μὴν μὴ ἐπιτρέψειν τῷ ἐπισκόπῳ αὐτῶν πρὸς ἡμᾶς διαβῆναι· ἦλθε δέ τις καὶ γράμμα φέρων ἡμῖν, ἀφωσιωμένον καὶ οὐδεμίαν ἔχον μνήμην τῶν ἐξ ἀρχῆς συγκειμένων. καὶ ὁ πάσης δέ μοι αἰδοῦς καὶ τιμῆς ἄξιος ἀδελφὸς Θεόφιλος, ἕνα τῶν αὐτῷ συνόντων ἀποστείλας, ἐδήλωσέ τινα, ἃ ἐνόμισε καὶ αὐτῷ ἐπιβάλλοντα εἶναι εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι πρέποντα. ἐπιστεῖλαι γὰρ οὐκ ἠξίωσεν, οὐ τὸν ἐκ τῶν γραμμάτων ἔλεγχον ὑφορώμενος τοσοῦτον, ὅσον φροντίζων τοῦ μὴ εἰς ἀνάγκην ἐλθεῖν προσειπεῖν ἡμᾶς ὡς ἐπισκόπους· πλήν γε δή, ὅτι σφοδρὰ ἦν τὰ ῥήματα, καὶ ἀπὸ καρδίας ἐκθερμανθείσης ἐξενεχθέντα. ἐπὶ τούτοις διελύθημεν κατῃσχυμμένοι, καὶ συμπεπτωκότες τῇ γνώμῃ, οὐκ ἔχοντες ὅ τι τοῖς ἐρωτῶσιν ἀποκρινούμεθα. χρόνος δὲ οὐ πολὺς ἐν τῷ μέσῳ, καὶ ἀποδημία μέχρι Κιλίκων· κἀκεῖθεν ἐπάνοδος. καὶ γράμματα εὐθύς, ἀπαγόρευσιν ἔχοντα τῆς πρὸς ἡμᾶς κοινωνίας.