244
Οἷαι γὰρ αὐτῶν καὶ αἱ νῦν κατὰ τῆς Ἐκκλησίας οἰκονομίαι. φρικταὶ μὲν διὰ τὴν τῶν ποιούντων εὐκολίαν, ἐλεειναὶ δὲ διὰ τὴν τῶν πασχόντων ἀναισθησίαν. Εὐιππίου τέκνα καὶ Εὐιππίου ἔκγονα, διὰ πρεσβείας ἀξιοπίστου ἐκ τῆς ὑπερορίας μετακληθέντες εἰς τὴν Σεβάστειαν, ἐπιστεύθησαν τὸν λαόν. παρέλαβον τὸ θυσιαστήριον, ζύμη ἐγένοντο τῆς ἐκεῖ ἐκκλησίας. παρʼ ὧν ἡμεῖς μὲν ὡς ὁμοουσιασταὶ διωκόμεθα. Εὐστάθιος δὲ ὁ βαστάσας ἐν τῷ χάρτῃ ἀπὸ Ῥώμης μέχρι Τυάνων τὸ ὁμοούσιον, οὗτος νῦν αὐτοῖς ἀνακέκραται, εἰ καὶ ὅτι παραδεχθῆναι εἰς τὴν πολυπόθητον αὐτῶν κοινωνίαν οὐκ ἠδυνήθη, ἢ φοβηθέντων τὸ πλῆθος τῶν κατʼ αὐτοῦ συμφωνησάντων, ἢ αἰδεσθέντων τὸ ἀξιόπιστον. τίνες γὰρ ἦσαν οἱ συνειλεγμένοι, καὶ πῶς μὲν χειροτονηθεὶς ἕκαστος, ἀπὸ ποίου δὲ τοῦ ἐξ ἀρχῆς βίου ἐπὶ ταύτην παρῆλθε τὴν δυναστείαν νῦν, ἐγὼ μὲν μή ποτε οὕτω σχολάσαιμι, ὥστε τὰς ἐκείνων πράξεις ἐκδιηγεῖσθαι. ἔμαθον γὰρ προσεύχεσθαι· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. αὐτὸς δὲ ἐρευνήσας μαθήσῃ· κἄν σε διαφύγῃ, τὸν κριτὴν πάντως οὐ λήσεται. Ὃ μέντοι πέπονθα πάθος οὐ παραιτήσομαι καὶ πρὸς τὴν σὴν ἐξειπεῖν ἀγάπην, ὅτι πέρυσιν, ἀσθενήσας πυρετῷ λαβροτάτῳ, καὶ ἐγγίσας μέχρις αὐτῶν τῶν πυλῶν τοῦ θανάτου, εἶτα ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀνακληθείς, δυσχερῶς εἶχον πρὸς τὴν ἐπάνοδον, λογιζόμενος εἰς οἷα πάλιν ἔρχομαι κακά· καὶ κατʼ ἐμαυτὸν ἐσκόπουν, τί ποτε ἄρα ἐστὶ τὸ ἐν τῷ βάθεῖ τῆς σοφίας ἀποκείμενον τοῦ Θεοῦ, δι’ ὃ ἐμοὶ πάλιν τῆς ἐν σαρκὶ ζωῆς ἡμέραι συνεχωρήθησαν. ἐπειδὴ δὲ ἔγνων ταῦτα, ἐλογισάμην, ὅτι ἐβουλήθη ἡμᾶς ὁ Κύριος ἰδεῖν παυσαμένας τοῦ σάλου τὰς ἐκκλησίας, ὃν ἔπαθον πρὸ τούτου ἐπὶ τῷ χωρισμῷ τῶν διὰ τὴν περιπεπλασμένην αὐτοῖς σεμνότητα πάντα πιστευομένων. ἢ καὶ τάχα τονῶσαί μου τὴν ψυχὴν καὶ νηπτικωτέραν πρός γε τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἐβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσθαι, αἳ οὔτε καιροῖς οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγμάτων συμμεταβάλλονται, ἀλλʼ αἱ αὐταὶ διαμένουσιν, ὡς προηνέχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος, οὕτω διαιωνίζουσαι.