244
Ἐπειδὴ δὲ καὶ πρὸς ὑμᾶς διέβησαν νῦν, ἀξιοῦμεν ἀντιγράψαι διὰ τοῦ αὐτοῦ ἀνδρὸς (λέγω δὲ τοῦ συμπρεσβυτέρου ἡμῶν Στρατηγίου), εἴτε ὁ αὐτὸς διέμεινας πρὸς ἡμᾶς, εἴτε καὶ ἠλλοιώθης ἀπὸ τῆς συντυχίας. οὔτε γὰρ ἐκείνους εἰκὸς ἦν σιωπῆσαι, οὔτε αὐτὸν σέ, τὸν ἡμῖν τοιαῦτα γράψαντα, μὴ οὐχὶ καὶ πρὸς ἐκείνους τῇ παρρησίᾳ χρήσασθαι. εἰ μὲν οὖν μένοις ἐν τῇ πρὸς ἡμᾶς κοινωνίᾳ τοῦτο ἄριστον καὶ εὐχῆς τῆς ἀνωτάτω ἄξιον· εἰ δέ σε πρὸς ἑαυτοὺς μετέθηκαν, λυπηρὸν μέν. πῶς γὰρ οὐκ ἀδελφοῦ τοιούτου χωρισμός; πλὴν εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν φέρειν τὰς τοιαύτας ζημίας παρʼ αὐτῶν ἐκείνων ἱκανῶς ἐγυμνάσθημεν.
Θεοφίλῳ ἐπισκόπῳ.
245
Πάλαι δεξάμενος τὰ παρὰ τῆς σῆς ἀγάπης γράμματα, ἀνέμενον διὰ γνησίου προσώπου ἀντεπιστεῖλαι, ἵνα καὶ ὅσα τὴν ἐπιστολὴν διαφύγῃ ὁ διάκονος τῶν γραμμάτων ἀναπληρώσῃ. ἐπεὶ οὖν παρεγένετο ἡμῖν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς ἡμῶν Στρατήγιος, αὐτῷ ἐνόμισα δίκαιον εἶναι χρήσασθαι διακόνῳ, τῷ καὶ εἰδότι τὴν ἡμετέραν γνώμην καὶ δυναμένῳ γνησίως τε ἅμα καὶ εὐλαβῶς διακονῆσαι τὰ παρʼ ἡμῶν.
245
Γίνωσκε τοίνυν, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, πολλοῦ ἀξίαν τίθεσθαι ἡμᾶς τὴν πρὸς σὲ ἀγάπην, ἧς, ἕνεκα μὲν τῆς κατὰ ψυχὴν διαθέσεως, οὐδεμίαν ὥραν ἀπολειφθεῖσιν ἑαυτοῖς συνεγνώκαμεν, εἰ καὶ ὅτι πολλαὶ καὶ μεγάλαι λύπης εὐλόγου γεγόνασιν ἀφορμαί. ἀλλʼ οὖν ἐκρίναμεν τοῦτο, ὥσπερ ἐν τρυτάνῃ, τὰ χρηστότερα τοῖς ἀηδεστέροις ἀντιτιθέντες, τῇ τῶν ἀμεινόνων ῥοπῇ προσθέσθαι τὴν γνώμην. ἐπειδὴ δὲ τὰ πράγματα ἠλλοιώθη παρʼ ὧν ἥκιστα ἐχρῆν τοῦτο γενέσθαι, συγγίνωσκε καὶ ἡμῖν οὐχὶ τὴν γνώμην ἀλλοιωθεῖσιν, ἀλλὰ τὴν τάξιν μεταθεμένοις. μᾶλλον δὲ ἡμεῖς μὲν ἐπὶ τῆς αὐτῆς μενοῦμεν τάξεως, ἕτεροι δέ εἰσιν οἱ συνεχῶς μετατιθέμενοι, νῦν δὲ καὶ φανερῶς πρὸς τοὺς ἐναντίους αὐτομολοῦντες· ὧν ὅσου ἀξίαν ἐτιθέμεθα τὴν κοινωνίαν, ἕως ἦσαν ἐπὶ τῆς ὑγιαινούσης μερίδος, οὐδὲ αὐτὸς ἀγνοεῖς. νῦν δὲ εἰ μήτε ἐκείνοις συνεπόμεθα, καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς ἐκκλίνομεν, συγγνώμης ἂν δικαίως τύχοιμεν, μηδὲν προτιμότερον τῆς ἀληθείας καὶ τῆς οἰκείας ἑαυτῶν ἀσφαλείας τιθέμενοι.
Νικοπολίταις.