248
Ὅταν μὲν πρὸς τὴν ἡμετέραν αὐτῶν ἐπιθυμίαν ἀπίδωμεν, ἀχθόμεθα τοσοῦτον διῳκισμένοι τῆς εὐλαβείας σου· ὅταν δὲ πρὸς τὸ εἰρηνικὸν τῆς σαυτοῦ διαγωγῆς, εὐχαριστοῦμεν τῷ Κυρίῳ, τῷ ἐξελομένῳ τὴν εὐλάβειάν σου ἀπὸ τοῦ ἐμπρησμοῦ τούτου, ὃς πλέον ἐπενείματο τὴν καθʼ ἡμᾶς παροικίαν. ἔδωκε γὰρ ἡμῖν κατὰ τὰ ἔργα ἡμῶν ὁ δικαιόκριτης ἄγγελον Σατάν, ἱκανῶς ἡμᾶς κατακονδυλίζοντα, καὶ σφοδρῶς μὲν ἐκδικοῦντα τὴν αἵρεσιν· μέχρι τοσούτου δὲ τὸν πρὸς ἡμᾶς ἐξαγαγόντα πόλεμον, ὥστε μηδὲ αἵματος φείσασθαι τῶν εἰς Θεὸν πεπιστευκότων. πάντως γὰρ οὐκ ἔλαθέ σου τὴν ἀγάπην, ὅτι Ἀσκλήπιός τις, διὰ τὸ μὴ ἑλέσθαι τὴν πρὸς τὸν Δωὴκ κοινωνίαν, τυπτόμενος παρʼ αὐτῶν ταῖς πληγαῖς ἐναπέθανε, μᾶλλον δὲ διὰ τῶν πληγῶν εἰς τὴν ζωὴν μετετέθη. ἀκόλουθα δὲ ἐκείνῳ πάντα οἴου γίνεσθαι τὰ λοιπά· διωγμοὺς πρεσβυτέρων καὶ διδασκάλων, τὰ ἄλλα ὅσα ἂν ποιήσειαν ἄνθρωποι τῇ ἐκ τῆς ἀρχῆς δυναστείᾳ πρὸς τὸ ἑαυτῶν βούλημα κεχρημένοι. ἀλλὰ τούτων μὲν τὴν λύσιν ἡμῖν ὁ Κύριος ταῖς σαῖς εὐχαῖς δώσει καὶ τὴν ὑπομονήν, ὥστε βαστάσαι ἡμᾶς τὸ βάρος τῶν πειρασμῶν ἀξίως τῆς ἐπʼ αὐτὸν ἐλπίδος.
248
Αὐτὸς δὲ καταξίου καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῶν κατὰ σεαυτόν. κἂν εὕρῃς τινὰ τὸν πιστῶν σοι δυνάμενον διακομίσαι τὸ πονηθὲν ἡμῖν βιβλίον, καταξίωσον μεταστείλασθαι, ἵνα τῇ σῇ ἐπικρίσει θαρρήσαντες καὶ εἰς ἄλλων χεῖρας αὐτὸ διαπεμψώμεθα. ἐρρωμένος, εὔθυμος τῷ Κυρίῳ, ὑπερευχόμενος, χαρισθείης μοι καὶ τῇ τοῦ Κυρίου Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
Ἀνεπίγραφος, ἐπʼ ἀνδρὶ εὐλαβεῖ
249
Συγχαίρω τῷ ἀδελφῷ τῷδε, καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ, καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. ἀγαθὸν γὰρ αὑτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα, τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγήν, ἐξελέξατο. ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι, καὶ παρακαλῶ δι’ αὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα, ῥυσθέντες τῶν πειρασμῶν τούτων, ἀρξώμεθαἀξιώμεθα editi antiqui. δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον.
Πατροφίλῳ, ἐπισκόπῳ τῆς ἐν Αἰγεαῖς ἐκκλησίας