20
Ἀπέστειλα δὲ καὶ τὰ πρὸς Εὐνόμιον· ἃ εἴτε παιδιὰν χρὴ καλεῖν, εἴτε μικρῷ παιδιᾶς σπουδαιότερα, αὐτῷ σοι κρίνειν παρίημι· ὃςὅσον E. πρὸς μὲν τὰ οἰκεῖα σαυτοῦ οὐκέτι, οἶμαι, χρῄζεις, πρὸς δὲ τῶν ἐνδιαστρόφων τοὺς ἐντυγχάνοντας οὐκ ἀγεννές σοι ὅπλον ἔσεσθαι προσδοκῶ· οὐ τῇ δυνάμει τοῦ συντάγματος καταπιστεύοντες τοσοῦτον, ἀλλʼ ἀκριβῶς γνωρίζοντες ἀπὸ ὀλίγων ἀφορμῶν ἐπὶ πολλά σε ὄντα εὑρετικόν. ἐὰν δέ τι σοὶ καὶ ἀσθενέστερον ἔχειν τῆς χρείας καταφανῇ, μὴ κατοκνήσῃς ἐλέγξαι. τούτῳτούτῳ ἐν τούτῳ E. γὰρ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲμήτε A, B, C, D. τῶν λυπούντων ἀπέχεσθαι.
Λεοντίῳ σοφιστῇ
21
Ἔοικέ τι τῆς κοινῆς καταστάσεως καὶ εἰς τὰ ἑαυτοῦ πράγματα ὁ χρηστὸς Ἰουλιανὸς ἀπολαύειν. ἀπαιτεῖται γὰρ καὶ αὐτὸς καὶ ἐγκαλεῖται σφοδρῶς, ἐπειδὴ πάντα νῦν ἀπαιτουμένων καὶ ἐγκαλουμένων γέμει. πλὴν ὅσον οὐχὶ εἰσφορῶν ἐλλείμματα, ἀλλʼ ἐπιστολῶν. καίτοικαὶ τὸ E, F. πόθεν αὐτῷ ἐλλέλειπται ἀγνοῶ· ἔδωκε γὰρ ἀεὶ ἐπιστολήν, τὴν δὲ ἐκομίσατο. εἰ μή τί που καὶ παρὰ σοὶσοῦ C, D. ἡ πολυθρύλλητος αὐτὴ τετραπλῆ προτετίμηται. οὐδὲ γὰρ οἱ Πυθαγόριοι τοσοῦτον προετίμησαν τὴν τετρακτύν, ὅσον οἱ νῦν ἐκλέγοντες τὰ δημόσια τὴν τετραπλῆν. καίτοιγε ἴσως τὸ ἐναντίον εἰκὸς ἦν, σοφιστὴν ὄντα καὶ εὐποροῦντα λόγων τοσούτων, αὐτὸν ἡμῖν εἰς τὴν τῶν τετραπλασίων ἔκτισιν ὑποκεῖσθαι. καὶ μὴ οἴου ταῦτα δυσχεραίνοντας ἡμᾶς γράφειν. χαίρω γάρ σου καὶ ταῖς μέμψεσιν, ἐπειδὴ τοῖς καλοῖς φασὶ πάντα μετὰ τῆς τοῦ καλοῦ προσθήκης γίνεσθαι· ὥστε καὶ λύπας αὐτοῖς καὶ ὀργὰς ἐπιπρέπειν.ἐπιτρέπειν C, D, F. ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον, ἢ θεραπεύοντα ἕτερον. μήποτε οὖν ἀνῇς ἐγκαλῶν τοιαῦτα. γράμματα γάρ που ἔσται αὐτὰ τὰ ἐγκλήματα,γάρ που...ἐγκλήματαom. A, B. ὧν ἐμοὶ οὐδὲν ἄκουσμα τιμιώτερον, οὐδὲ πλείονα φέρον τὴν ἡδονήν.
Περὶ τελειότητος βίου μοναχῶνἀνεπίγραφος, κανὼν ἀκριβὴς τῆς κατὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἀσκητικῆς πολιτείας C D.