250
Ταῦτα εἰ μὲν ἄξια λύπης σοι καταφαίνεται, τοῖς αἰτίοις τούτων λογίζου τὸν χωρισμόν· εἰ δὲ ἀδιάφορα κρίνεις, σύγγνωθισυγγνώση Coisl. sec. et Reg. see. ἡμῖν μὴ καταδεχομένοιςκαταδεχομένης E. τῆς ζύμης γενέσθαι τῶν ἑτεροδιδασκαλούντων.ἑτεροδιδασκόντων Coisl. sec. et Reg. sec. ὥστε, εἰ δοκεῖ, τῶν εὐπροσώπων ἐκείνωνom. Harl. et Med. ἀφέμενος λόγων, ἐν πάσῃ παρρησίᾳ ἔλεγχε τοὺς μὴ ὀρθοποδοῦντας πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου.
Τοῖς ΕὐαισηνοῖςΕὐαεισηνοῖς E, eadem manu additur Θυσιανοῖς; Εὐασινοῖς Med.; Εὐβισηνοῖς Reg. sec.
251
Εἰ καὶ πολὺ τὸ πλῆθος τῶν περιεχόντωνπερισχόντων editi antiqui; φροντίσι δειναῖς duo recen. MSS. ἡμᾶς πραγμάτων καὶ φροντίσι μυρίαις συνέχεται ἡμῶν ἡ διάνοια, ὅμως οὐδέποτε τῆς μνήμης ἡμῶν ἐξεβάλομενἐξεβάλλομεν E. τὴν περὶ τῆς ὑμετέρας ἀγάπης μέριμναν, δεόμενοι τοῦ Θεοῦ ἡμῶν διαμεῖναι ὑμᾶς ἐν τῇ πίστει, ἐν ᾗ ἑστήκατε καὶ καυχᾶσθε ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. τῷ ὄντι γὰρ δυσεύρετονδυσάρεστον editi antiqui. λοιπὸν καὶ πάνυ σπάνιον ἰδεῖν ἐκκλησίαν εἰλικρινῆ, μηδὲν ἐκ τῆς τῶν καιρῶντοῦ καιροῦ Vat., Coisl. sec., Reg. sec. χαλεπότητος παραβλαβεῖσαν, ἀλλʼ ἀκεραίανἀλλ’ ἀκεραίαν om. unus ex tribus Regiis. καὶ ἄθραυστον τὴν ἀποστολικὴν διασώζουσαν διδασκαλίαν, οἵαν τὴν καθʼ ὑμᾶς ἔδειξεν ἐν τοῖς παροῦσι καιροῖς ὁ ἀναδεικνὺς τοὺς καθʼ ἑκάστην γενεὰν ἀξίους τῆς ἑαυτοῦ κλήσεως.
251
Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθʼ ὧν τὰς ψευδεῖς καθʼ ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε, μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶτοῖς οὐρανοῖς καὶ ἐπὶ om. Med. cum quinque aliis. τῇ πράξει ταύτῃ. ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρʼ ἑαυτοῖς, ὃ καὶ ἔστι κατʼ ἀλήθειαν, ὅτι οἱ ἀνταποδιδόντες μοι πονηρὰ ἀντὶ καλῶν,ἀγαθῶν editi antiqui. καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτούς, διαβάλλουσί με νῦν ἐπʼ ἐκείνοις, εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι.